1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

11

τῶν πολέμων φροντίσι Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγγυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περσικὰς ἀνακόψοντα. Ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος· ὁ δέ γε 40 Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον. ἵνα δὲ μὴ μάχαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσασθαι. στέλλει τοίνυν πρὸς αὐτὸν ἄνδρας τῶν ἐπιφανῶν καὶ γράμματα δ' ἐγχαράττει αὐτῷ, συγγνώμην διδοὺς ἐπὶ τῷ τολμήματι, εἰ τῶν ὅπλων ἀπόσχοιτο, καὶ παραχωρῶν αὐτῷ τῶν Γαλλιῶν, ἵνα τούτων ἄρχῃ καὶ ταύταις περιορίζηται. ὁ δὲ οὐδέν τι φρονῶν μέτριον οὐ προσήκατο τὰ παρὰ τοῦ Κωνσταντίου ἀπραγμόνως αὐτῷ παρεχόμενα, ἀλλὰ τὸν πόλεμον εἵλετο· καὶ μᾶλλον σὺν τάχει πρὸς τοῦτον ἐχώρησεν, ὅτι Σιλβανός, εἷς τις τῶν αὐτοῦ ταξιάρχων, μετὰ πλήθους ὁπλιτῶν ἐκεῖνον λιπὼν Κωνσταντίῳ προσῆλθε τῷ αὐτοκράτορι. ἤδη δὲ πλησιασάντων ἀλλήλοις καὶ ἀντιστρατοπεδευσαμένων, ὅ τε Κωνστάντιος τοὺς οἰκείους στρατιώτας λόγοις διήγειρεν εἰς ἀλκὴν καὶ ὁ Μαγνέντιος τοὺς ἑαυτοῦ παρεκάλει ἄνδρας φανῆναι πιστούς τε καὶ ἀγαθούς, πολλὰ σφίσιν ἐπαγγελλόμενος. ἀντιπαραταξάμενοι δὲ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἀπρακτοῦντες διήγαγον, μηδενὸς τῷ ἀντιπαρατεταγμένῳ μέρει ἐπεξιόντος. ὁ δὲ Μαγνέντιος καὶ γοητείαις ἐχρήσατο· γυνὴ γάρ τις μάγος παρθένον αὐτῷ σφαγιάσαι ὑπέθετο 41 καὶ οἴνῳ τὸ ταύτης αἷμα προσμίξαι καὶ δοῦναι τοῖς στρατιώταις αὐτοῦ ἀπογεύσασθαι, ἐπὶ τούτοις ἐκείνης ἐπῳδὰς εἰπούσης τινὰς καὶ δαιμόνων ἐπικαλουμένης ἐπικουρίαν. ἄρτι δὲ τῆς ἡμέρας κλινάσης ἀλλήλοις συνερράγησαν τὰ στρατεύματα, καὶ πολλὰς τῆς μάχης σχούσης μεταβολὰς τέλος ἡ νίκη τῷ Κωνσταντίῳ ἐπεμειδίασε, καὶ μέχρι βαθείας νυκτὸς συνεκόπτοντο οἱ τοῦ Μαγνεντίου καὶ ἀπώλλυντο· οὕτω δὲ τῆς τοῦ πολέμου ῥοπῆς τῷ τυράννῳ συνενεχθείσης, εἰς φυγὴν ἐκεῖνος ἀπεῖδεν. ἵνα δὲ μὴ τοῖς βασιλικοῖς παρασήμοις φεύγων γνωρίζοιτο, ἀποτίθεται ταῦτα καὶ ἰδιωτικὴν ἀναλαμβάνει στολὴν καὶ τῷ βασιλείῳ ἵππῳ τὰ παράσημα ἐπιθέμενος ἄνετον ἀφῆκε τρέχειν αὐτόν, ἵνα νομίζοιτο πρὸς τῶν ὁρώντων τὸν ἵππον θέοντα τοῦ ἐπιβάτου χωρὶς ἀνῃρημένος αὐτὸς καὶ μὴ καταδιώκοιτο πρός τινων. ὁ μὲν οὖν οὕτω διέδρα· ἕωθεν δὲ ὁ Κωνστάντιος ἐπί τινος ἀναβὰς λόφου καὶ τὴν παρακειμένην πεδιάδα, ἀλλὰ μὴν καὶ τὸν παραρρέοντα ποταμὸν νεκρῶν ἰδὼν γέμοντα, εἰς φανερὰ κατήνεκτο δάκρυα, οὐ μᾶλλον διὰ τὴν νίκην ἡδόμενος ὅσον διὰ τὸν τῶν πεσόντων δακνόμενος ὄλεθρον. λέγονται γὰρ ἐκ μὲν 42 τῶν ἐκείνου περὶ τριάκοντα πεσεῖν χιλιάδας, ἁπασῶν ἀριθμουμένων εἰς ὀγδοήκοντα, ἐκ δὲ τῶν Μαγνεντίου τριάκοντα καὶ ἓξ οὐσῶν χιλιάδων διαφθαρῆναι τὰς εἴκοσι πρὸς ταῖς τέσσαρσιν. αὐτίκα τοίνυν τοὺς μὲν ἀνῃρημένους τῶν πεσόντων ταφῆς ἀξιωθῆναι πάντας ἐκέλευσε, μὴ διακρινομένων τῶν οἰκείων ἢ τῶν πολεμίων, τοὺς δ' ἔτι ἐμπνέοντας ἐπιμελείας τυχεῖν καὶ ἰατρικῆς θεραπεία. ∆ιαδρὰς δέ, ὡς εἴρηται, Μαγνέντιος τούς τε περισωθέντας ἐκ τῶν οἰκείων ἤθροιζε καὶ ἄλλους συνέλεγε καὶ αὖθις ἐπαναλαμβάνειν ἑαυτὸν ἐπειρᾶτο. ἔστειλε δὲ καὶ πρὸς τὸν Κωνστάντιον συγκλητικόν τινα πρεσβεύσοντα, ὃν ὁ Κωνστάντιος οἰηθεὶς τῷ τῆς πρεσβείας ὀνόματι κατασκοπήσοντα καὶ τὰ κατ' αὐτὸν περιεργασόμενον, περιώρισεν. ὁ δὲ Μαγνέντιος ἐπισκόποις αὖθις εἰς πρεσβείαν ἐχρήσατο, συγγνωμονηθῆναι ζητῶν, ἵν' ἐν στρατιώτου μοίρᾳ τῷ βασιλεῖ συστρατεύοιτο. ἀλλ' οὐδὲν πρὸς τὴν πρεσβείαν ταύτην ἀνταπεκρίνατο ὁ Κωνστάντιος, ἀφῆκε δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπελθεῖν. κἀκεῖνος ἀπῄει κινήσας 43 τὸ στράτευμα, καὶ πολλοὶ τῶν ὑπὸ Μαγνέντιον αὐτῷ προσῄεσαν ἑαυτούς τε καὶ τὰ φρούρια ἐγχειρίζοντες. Μαγνέντιος δὲ ἀπογνοὺς τοῦ συγγνώμης τυχεῖν πρὸς πόλεμον ἡτοιμάζετο καὶ ἐν Γαλλίαις διάγων πλήθη συνήθροιζεν. ἵνα δὲ φροντίσι περιβάλῃ τὸν αὐτοκράτορα καὶ ἐξ ἑαυτοῦ ἀντιπερισπάσῃ πρὸς ἕτερα, ἔπεμψέ τινα