1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

135

εἴσοδον, καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο. ὃ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος, οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπειλάς, ἀφείλετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόϊτον διωρίσατο. Συνέβη δέ τι καὶ ἕτερον, ὃ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐξέμηνε καὶ κατὰ τοῦ δήμου τὸν αὐτοκράτορα. κατά τι παλαιὸν ἔθος ἐν μιᾷ τῶν δεσποτικῶν ἑορτῶν εἰς τὸν ἐν τῇ Πηγῇ θεῖον ναὸν πρόοδον ἐποιεῖτο ὁ βασιλεύς, καὶ συνέβη μέσον Ἀρμενίων καὶ πλωίμων φιλονεικίαν προβῆναι, κἀκ ταύτης συμ511 βολὴν ἀλλήλων καὶ θροῦν καὶ κρότον πολὺν καὶ φόνον ἀνδρῶν ἑκατέρωθεν. τῆς δὲ φήμης τὸ γεγονὸς τοῖς ἐν τῇ πόλει πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως καταγγειλάσης, οἱ τοῦ δήμου ἀτάσθαλοι κατὰ συμμορίας γενόμενοι πολλαχοῦ καὶ τοῖς Ἀρμενίοις ἐπανιοῦσιν ὑπαντιάζοντες ξύλοις ἐκείνους συνέκοπτον. ὡς δὲ καὶ ὁ βασιλεὺς ἐφθάκει κατὰ τὴν ἀγορὰν τῶν Ἀρτοπρατίων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον κατ' αὐτοῦ καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα φέρει τὸν κυκλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως αὐτὸν εἰς τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐντεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης 512 ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα τῷ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἵα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονήν, ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων. ὡς οὖν οἱ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ λαὸς τοῦτ' ἐκεῖνο τὸ φημιζόμενον εἶναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρούμενοι ὑπ' ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ' ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ βασιλεὺς ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδ' ὅλως τῆς ἕδρας μεταχωρήσαντα ἔστησαν τῆς φυῆς. οἱ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. διὰ ταῦτα τοίνυν μισεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος τείχει περιέζωσε τὰ βασίλεια· ἀλλ' ὅτε τοῦτο ἀπήρτιστο καί οἱ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο. Τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ Θρᾳκῷα ληι513 ζομένων, τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικηφόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς "ὅτε καθ' ἡμῶν οὗτοι ἐστράτευον, παρακαλούμενος συμμαχῆσαι ἡμῖν οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι ὅπλα τε κατ' ἐκείνων ἄρασθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον." ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον διεπρεσβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐκπέπομφεν. ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικὸν καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ' ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἱ Ῥῶς τὰ Βουλγάρων ἐκάκωσαν. Γέγονε δὲ τοῦ Φωκᾶ βασιλεύοντος καὶ κλόνος τῆς γῆς φρικωδέστατος, ἐξ οὗπερ ἡ μὲν Κωνσταντίνου οὐ πάνυ τι πέπονθε, πόλεις δ' ἕτεραι καὶ σφόδρα πεπόνθασιν. ἔπνευσαν δέ γε καὶ ἄνεμοι κατὰ Μάϊον μῆνα, δι' ὧν ἐφθάρησαν οἱ καρποὶ 514 καὶ γέγονε λιμὸς ἰσχυρός, ὃν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν