1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

180

συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων βαθμοὺς προεβίβασε. καὶ ὅσους δ' ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς (πολλοὶ δ' ἦσαν καὶ οὗτοι), εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν. Ἐπιβουλῆς δὲ κατ' αὐτοῦ συσκευασθείσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα ἀνάκτορον. προ675 ῳκονόμητο δ' αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν ἀνακτόρων εὐθύ. ἐπεὶ δ' οὐχ εὕρηται ἡ βασιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρὰ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ πλοιάριον, ὅπερ ὁ βασιλεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ' αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν' αὐτὸ καταδύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ' εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἱ τῷ κρατοῦντι συμπλέοντες, ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέπειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντηθέντες οἱ ἐπὶ τῶν οἰάκων (θείας δ' ἦν τὸ ξύμπαν προμηθείας) ἀπεδειλίασαν. καὶ οὕτως τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τε καὶ παρ' ὧν ἡ ἐπιβουλὴ συνεσκεύαστο ἔγνω καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν. Οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ 676 τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος, ὅτε Κωνσταντῖνος τυραννίδι ἐπικεχείρηκεν, ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς ἄρρενος περιλειφθέντος, ἐκ θηλείας οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ ∆οῦκας λελόγιστο καθαρός, ἀλλ' ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς ∆ούκας συγγένειαν. Ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής, δικαιοσύνης ἐραστής, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς, χαίρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ' ἐρασιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν, εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν (διὸ καὶ τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε τοῖς βουλομένοις καὶ τελώναις τὴν συλλογὴν τῶν φόρων ἐπὶ 677 συνθήκαις ἐπίστευε) καὶ εἰς ἀκροάσεις δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ' ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τιθέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ' ἑαυτῷ μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φιλοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥωμαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανῶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχολάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε διὰ τὸ βαρύμισθον· ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦσθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προεχώρουν, αἱ δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο. 678 Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ' ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους (Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ κατὰ πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμώμενον ἔθνεσι) τὸν Ἴστρον παγγενῆ