1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

185

καὶ τοὺς τόπους καταλιποῦσιν, οὓς φυλάττειν ὡρίσθησαν, καὶ εἰς φυγὴν τραπεῖσιν εἵποντο οἱ πολέμιοι καὶ εἷλον ἅπασαν τὴν ἐκείνων ἀποσκευήν. τοῦτο ἐλθὸν εἰς γνῶσιν τῷ βασιλεῖ σκυθρωπάσαι πεποίηκεν, οἱ δ' ἐναντίοι κατὰ τῆς Καππαδοκίας τὸ ὅρμημα θέμενοι αὐτήν τε ἐπόρθουν καὶ πρὸς τὸ Ἰκόνιον ἵεντο, ἀνθρώπων τε πολυπλήθειαν ἔχον καὶ πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς εὐθηνούμενον. ὁ δὲ βασιλεὺς εἰς Σεβάστειαν ἀφικόμενος καὶ μαθὼν τὴν κατὰ τοῦ Ἰκονίου τῶν Τούρκων ἐπέλασιν συνέτεινε καὶ αὐτὸς τὴν πορείαν ὀπίσω αὐτῶν. γνοὺς δὲ ἤδη ἐκπεπορθηκότας αὐτοὺς τὸ Ἰκόνιον καὶ τὴν αὐτοῦ εὐλαβουμένους κατάληψιν ἀπᾶραι, τῷ τῆς μεγάλης Ἀντιοχείας δουκὶ τῷ Χατατουρίῳ μοῖραν ἐκπέμψας τινὰ τῶν Ῥωμαϊκῶν δυνάμεων ἐνετείλατο εἰς Μόψου ἑστίαν ἀφίξεσθαι καὶ τοῖς Τούρκοις ἐκεῖ διιοῦσι συμμίξαι. ἀλλ' 694 οἱ πολέμιοι εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα γενόμενοι τοῖς Ἀρμενίοις ἐνέπεσον καὶ πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. ἐνωτισθέντες δὲ καὶ τὴν ἐν Μόψου ἑστίᾳ τῶν Ῥωμαίων ἐφέδρευσιν ᾤχοντο διὰ τῆς νυκτὸς καὶ διέφυγον. ὃ τῷ βασιλεῖ λύπης ὑπόθεσις γέγονε, καὶ ἀπογνοὺς ὡρμήκει πρὸς τὸ Βυζάντιον· ἤδη γὰρ ἐπέστη καὶ τὸ μετόπωρον. ὅτε καὶ ὁ μέγας τῶν Βλαχερνῶν ἐπυρπολήθη ναός, ἔτους ἐνισταμένου φοηʹ. Ἐφισταμένου δέ γε τοῦ ἔαρος Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, τὸν τοῦ βεβασιλευκότος ἤδη Ἰσαακίου ἀδελφιδοῦν, κουροπαλάτην τιμήσας ἐφίστησι τοῖς στρατεύμασιν. ὁ δὲ νέος μὲν ἐτύγχανεν ὤν, ἦρχε δὲ κατὰ γέροντας, καὶ βαρβάρων ἐντυχὼν στρατιᾷ προσμίγνυσι καὶ νικᾷ. τοῦτο λέγεται τῷ ∆ιογένει φθόνον κινῆσαι, καὶ διὰ τοῦτο τῆς περὶ ἐκεῖνον στρατιᾶς μοῖραν οὐκ ἐλαχίστην ἀποδιελεῖν καὶ στεῖλαι κατὰ Συρίας. εἶτα τοῦ Κομνηνοῦ μετὰ τῶν ὑπολελειμμένων γενομένου κατὰ Σεβάστειαν, Τούρκων ἀνεφάνη πληθύς, καὶ ἐπῄει τούτοις ἐκεῖνος. οἱ δὲ φυγὴν ὑπεκρίθησαν, καὶ οἱ περὶ τὸν Κομνηνὸν τοὺς 695 φεύγοντας ἐπεδίωκον. ἐκ δέ γε συνθήματος μεταστρέψαντες τὰ νῶτα οἱ βάρβαροι ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπέθεντο καὶ πολλοὺς μὲν ἀνεῖλον, καὶ εἷλον οὐ μείονας καὶ αὐτὸν τὸν στρατάρχην τὸν Μανουὴλ καὶ τὸ στρατόπεδον διηρπάκασιν. ἡ δὲ περὶ τούτων ἀγγελία τὸν αὐτοκράτορα διετάραξε, καὶ ἔτι φήμη τις γενομένη ὡς ἡ ἐν Χώναις πολιτεία καὶ τὸ ἐκεῖ τοῦ ἀρχιστρατήγου περίπυστον τέμενος τοῖς βαρβάροις παρείληπται. ὁ μὲν οὖν βασιλεὺς ὅλος ἦν τοῦ αὐτίκα χωρῆσαι κατὰ τῶν πολεμίων καὶ ἐπαρῆξαι τοῖς κινδυνεύουσιν, ἀλλά τινες αὐτῷ συνεβούλευον ἐπέχειν τέως. ἐν τούτοις δὲ ἧκεν ὁ Κομνηνὸς Μανουὴλ μετὰ καὶ τοῦ ἑλόντος αὐτὸν Τούρκου, προσελθόντος τῷ βασιλεῖ. ἐκ γάρ τινος αἰτίας δυσμένειαν ὁ σουλτὰν ἐσχηκὼς κατὰ τοῦ ἀνδρὸς στρατιὰν ἐξαπέστειλε κατ' αὐτοῦ συλληψομένην αὐτόν. διὸ δείσας ἐκεῖνος εἵλετο τῷ βασιλεῖ προσφυγεῖν, ὃν αὐτίκα τετίμηκε πρόεδρον· ἦν δὲ τὴν ἡλικίαν βραχύτατος, τὴν δὲ μορφὴν εἰδεχθέστατος. Ἐπεὶ δὲ τὸ ἔαρ ὑπέλαμπεν, ἐμβεβήκει μὲν τῇ τριήρει τῇ αὐτοκρατορικῇ· διαπεραιουμένου δ' ἄρτι περιστερὰ οὐ πάνυ μὲν μέλαινα τὴν χροιάν, πρὸς δὲ τὸ μελάντερον ἀποκλίνουσα, 696 τὴν τριήρη αὐτοῦ περιίπτατο καὶ οὐκ ἀπέστη πτερυσσομένη περὶ αὐτόν, ἕως ἐκεῖνος ταῖς χερσὶν αὐτῆς ἐπελάβετο. ὁ δὲ ταύτην τῇ βασιλίσσῃ ἐκπέπομφεν, ἐκρίθη δὲ τὸ τῆς περιστερᾶς οὐκ ἀγαθόν τι τεκμήριον οὔτε τῷ ταύτην ἑλόντι οὔτε μὴν τῇ πρὸς ἣν ἔσταλτο. ἀλλὰ καὶ τοῦ ξύλου, ᾧ μέσον ἱσταμένῳ ἡ βασίλειος σκηνὴ ἐπερείδεται, αὐτομάτως κατεαγότος, κατέπεσεν ἡ σκηνή· καὶ τοῦτο δὲ σύμβολον ἐνομίσθη ἀπαίσιον. ὅμως οὐδὲν τὸν βασιλέα τῆς προθυμίας ἀνέκοψεν, ἀλλὰ προῄει ἕως τοῦ θέματος τῶν ἀνατολικῶν, φειδωλίας ἐχόμενος παρὰ τὸ εἰωθός. ἐσκηνωμένῳ δέ που ἐν δωματίοις πῦρ ποθεν ἐνεχθὲν αὐτά τε κατέφλεξε τὰ δωμάτια καὶ ἵππους ἡμιφλέκτους εἰργάσατο τῶν βασιλικῶν καὶ χαλινὰ καὶ ὀχήματα, ὃ καὶ τοῦτο κακὸν οἰώνισμα ἔδοξεν. ἐκεῖθεν μετελθὼν καὶ τὸν Ἅλυν διαπεράσας καὶ παρελθὼν τὴν Καισάρειαν εἰς τὴν λεγομένην Κρύαν πηγὴν τὸν χάρακα ἔθετο, ἔνθα τισὶ τῶν Νεμίτζων ἀπηνέστερον προσηνέχθη δι' ἀδικήματα. τοῦ δὲ τάγματος τούτων