1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

55

αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφήμους τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σεβασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπιστρατεῦσαι διενοεῖτο κατὰ Περσῶν· διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρβαρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πό206 λεως καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χαγάνῳ δῶρα ἐκόμιζεν. ὁ δὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τε καὶ τῶν συνθηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ τούτου μὲν οὐκ ἐπέτυχεν (ἔφθη γὰρ διαδράς), τὴν μέντοι βασιλικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρήματα καὶ δορυαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφὼς ὑπέστρεψεν. αὖθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπαντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. Ἡράκλειος δὲ συνίει μὲν τὸ γινόμενον καὶ καταφρονούμενος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ' 207 ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ' αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγούστα τεκοῦσα υἱόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ' ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικήτα μέντοι τοῦ υἱοῦ τοῦ πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρατείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου καὶ τοῦ πατριάρχου παρόντος, ὡς μέλλοντος βαπτίσαι τὸν τοῦ βασιλέως υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεύς "ὁ ὑβρίζων τὸν βασιλέα τίνος ἐστὶν ἄξιος;" οἱ δὲ ἀπεκρίναντο "οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο." καὶ ὁ βασιλεὺς τὰ παρὰ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη "ὃς γαμβρὸν οὐκ ἐποίησας, οὐδὲ φίλον ἂν ποιήσεις ποτέ." ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι. ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ ∆αβὶδ τὸν λοιπόν. Τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος ὑφ' 208 ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ ἑλόντος, λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χριστιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφόνευον, ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀριθμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ ξύλα οἱ Πέρσαι λαβόντες εἰς Περσίδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρατεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ' ἐκ τῶν θεμάτων συνέλεγε καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως καὶ προσβαλὼν Σαρβάρῳ τῷ τοῦ Χοσρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ. Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε τῇ Βυζαντίδι, καὶ πρὸ τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύσαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἵ τε τῆς πόλεως καὶ ὁ