1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

93

Κασσυματᾶς τὸ ἐπώνυμον· καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. Ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπανῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ' αὖθις ἕτερον πολὺ ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτῃ Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ' ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ' ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ 351 τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε καὶ τοὺς ἐν Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. Καὶ κατὰ Σικελίαν δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος λαοῦ κατάρχων τινὸς ἔρωτι περιμανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγμα τίθεται. ἐζήτει τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῷ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐτῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη Ῥωμαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ' Εὐφήμιος αὐτῷ τὴν Σικελίαν προδίδωσι· καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ' Εὐφήμιος 352 οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ (λέγεται γὰρ καὶ ἄμφω) κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ' ἐκείνου δὲ καὶ ἡ ∆αλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα· ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος. Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἐποιήσατο ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἵνα μή τις αὐτῶν δια353 λάθοι, ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντολὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες "ἡμεῖς ἐσμέν" εἶπον "οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες." καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ "ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας" ἔφη "καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες;" αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον "τούτους" εἶπε "παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος." καὶ οἱ μὲν παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ 354 ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε. Γυναῖκα δ' ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία,