1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

152

διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ' εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ· ἦν δ' οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανός. τί γοῦν πρὸς 573 τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ' αὐτῷ συνοικούσῃ κεροῦντας τὴν τρίχα καὶ ἐφ' ἑτέραν ζωὴν μεταστήσοντας. ἡ δὲ τὸ σκηνουργούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέλανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευτέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῷ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνέτειραν ἄκουσαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ' αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κωνσταντῖνος τρεῖς ἐπιβιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνὸς ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάμενος. Ῥωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, τῶν σκήπτρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα ῥιζόθεν ἐξέκοψε καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκ574 κλησίᾳ κεκληρωμένοις τὴν ἐκ τῶν βασιλικῶν ταμείων χορηγουμένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι. καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἢ καὶ ἰδιωτικὰ ἠλευθέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς· καὶ χρημάτων πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πενθεροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο, καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνεληλύθεισαν, παρ' αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύσεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑποπτευθεὶς δὲ ὁ μάγιστρος Προυσιάνος ὁ Βούλγαρος λάθρᾳ τῇ τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῇ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν, συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς· καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον περιορίζεται, καὶ ὁ ἐπ' ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς 575 Κωνσταντῖνος ὁ ∆ιογένης, ὡς τυραννίδα μελετῶν κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται. Τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θανόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ υἱῷ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἐλένην νύμφην εἰς Ἀβασγίανἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ Χάλεπ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ' ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις· αἱ δ' ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαν ἰθύναντος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρου576 ροῖς ἐπιτίθενται, καὶ τούτους διαχρησάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ Χάλεπ ἀρχηγὸς καὶ ἐκδρομὰς ποιούμενος συνεχεῖς αὐτήν τε τὴν Ἀντιόχειαν καὶ ὅσα πρόσοικα ἔθνη τῶν Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις ὑπήκοα ἐληίζετο. ᾧ ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο