1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

196

καὶ πεδίλοις φοινικοῖς ὑποδουμένῳ, τῶν ἀνακτόρων μεθίσταται καὶ εἰς τὰ ἐν τῇ μονῇ τῶν Μαγγάνων βασίλεια ἄπεισιν. ἤδη γὰρ εἰλήφει ταῦτα καὶ τὴν μονήν, ἀλλὰ μέντοι καὶ τὴν τοῦ Ἑβδόμου διὰ χρυσοσημάντου τοῦ Βοτανειάτου γραφῆς, ἔνθα διῆγε σὺν τῷ υἱῷ, βασιλικὴν ὑπηρεσίαν ἑαυτῇ καὶ τῷ υἱῷ ἀποτάξασα. ἔτι γὰρ ὁ παῖς αὐτῇ περιέκειτο τὰ τῆς βασιλείας γνωρίσματα καὶ εὐφημεῖτο μετὰ τὸν αὐτοκράτορα καὶ τὰς χρυσοβούλλους γραφὰς μετ' ἐκεῖνον ὑπεσημαίνετο. μετὰ δέ τινα χρόνον καὶ ἡ μήτηρ αὐτοῦ μετημφιάσθη, μέλαν ἐνδῦσα χρῶμα κατὰ τοὺς μοναχούς, τὸ μὲν ἑκοῦσα, τὸ δέ τι τυραννουμένη· καὶ ὁ παῖς ἀφῃρέθη τὰ περιπόρφυρα πέδιλα καὶ μόνῳ τῷ Κομνηνῷ ἡ τῆς αὐταρχίας κλῆσις καὶ ἡ βασιλεία περιελέλειπτο. 734 Οὕτω μὲν οὖν ταῦτα· ὁ δὲ τῆς βασιλίδος τῶν πόλεων ἀρχιερατεύων ἐκεῖνος Κοσμᾶς, τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ "ἆρον" εἰπών "τὸ ψαλτήριον καὶ συνέπου μοι" τῆς ἐκκλησίας ὑπανεχώρησε καὶ πολλὰ παρὰ τῶν κρατούντων παρακληθεὶς ὑποστρέψαι οὐχ ὑπενόστησεν, ἔτη πέντε καὶ μῆνας ἐννέα τὸν πιστὸν ποιμάνας λαόν. διὸ καὶ ἄλλον τινὰ ἀρχιερέα τῇ ἐκκλησίᾳ ἀντικατέστησαν, ἐκτομίαν τινὰ μοναχόν, κεκλημένον Εὐστράτιον, οὔτε λόγοις ὡμιληκότα οὔτε πραγμάτων ἐγγεγυμνασμένον μεταχειρίσεσιν, ἀφελῆ δὲ ἄνθρωπον καὶ ἡσυχίᾳ ἢ γωνίᾳ μᾶλλον προσήκοντα. ἤδη δὲ τρεῖς ἐνιαυτοὺς ἐνσεμνυνάμενος κατηνέχθη τῶν ἱερῶν ἀνακτόρων παρὰ τῶν κρατούντων· ἡ δ' αἰτία οὐκ ἔγνωσται ἀκριβῶς. καὶ λοιπὸν προκεχείριστο πατριάρχης ἀνὴρ μοναχός, ὁ γραμματικὸς ὀνομαζόμενος Νικόλαος, ἐν ἀσκήσει τὸν βίον διηνυκὼς καὶ οὐδὲ τῆς ἐν λόγοις παιδείας ἀμέθεκτος ὤν, κἂν μὴ κατακόρως ταύτης μετέσχηκεν. Ἄρτι δὲ τῆς βασιλείας ἐπιβεβηκότι τῷ Κομνηνῷ ἠγγέλη ὁ Φράγγος Ῥομπέρτος εἰς τὴν Ἐπίδαμνον διαπεραιούμενος, 735 ἀνὴρ πανοῦργός τε καὶ πολεμικώτατος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε καὶ γενόμενος κατὰ τὸ ∆υρράχιον προσβάλλει τοῖς πολεμίοις· καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖ πεσόντων οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν ὑπεροχαῖς καὶ βασιλείου τυγχανόντων ἐξ αἵματος, καὶ ἡ παρεμβολὴ ξύμπασα ἑάλω τοῖς πολεμίοις. ὁ μὲν οὖν βασιλεὺς ἡττημένος ἐπανῆλθεν εἰς τὸ Βυζάντιον· οἱ δὲ βάρβαροι τῇ νίκῃ πεφυσημένοι ὁμόσε κατὰ πάντων ἐχώρουν καὶ εἷλον τῶν πολισμάτων τινά, ὧν ἦσαν ἡ Καστορία τε καὶ ἡ Λάρισσα. ὠνειροπόλουν δὲ καὶ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων καταλήψεσθαι, ἀλλ' ὁ βασιλεὺς καὶ πάλιν ἐκστρατεύει καὶ ἀπελαύνει μὲν τῆς Καστορίας τοὺς αὐτὴν φρουροῦντας βαρβάρους, ἄπεισι δὲ κατὰ τοῦ Ῥομπέρτου καὶ στρατηγήματι τὴν ἐκείνου δεινότητα μέτεισι. τῷ γὰρ ἀδελφῷ Ἀδριανῷ τὸ σχῆμα τὸ βασιλικὸν περιτίθησι καὶ στράτευμα δοὺς αὐτῷ ἐναντίον τοῦ Ῥομπέρτου στῆναι διακελεύεται· εἰ δ' ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ 736 νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο· ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς δι' ὁδῶν ἀδήλων περιοδεύσας καὶ τῷ τῶν Φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τὰ ἐν αὐταῖς ἐληίσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ Ῥομπέρτου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κἀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. ἐν τούτῳ δὲ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἡ φθορὰ τῶν ἐκεῖ, καὶ εὐθὺς παρεῖτο καὶ τὰς χεῖρας καὶ τὴν ψυχὴν καὶ ἀπιὼν ᾤχετο. ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὴν Κωνσταντίνου, μηνυθείσης ἐπιβουλῆς αὐτῷ, τούς τε ταύτης πρωτουργοὺς συνέσχεν ἐκ τῶν ταγματικῶν ὄντας ἀρχόντων καὶ πολλοὺς τῶν ἐγχωρίων καὶ τῆς συγκλήτου βουλῆς, ὡς τάχα συνίστορας, τοὺς πλείους, ὥς φασιν, οὐδὲ πρὸς ἀλήθειαν, ἀλλ' ἵνα σφᾶς γυμνώσῃ τῶν ὑπαρχόντων. Ἡ μὲν οὖν τοῦ Ῥομπέρτου ἐπίθεσις πέπαυτο, ἑτέρωθεν δ' αὖθις τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐχθροὶ ἐπανίσταντι. οἱ γὰρ Τοῦρκοι τὴν ἑῴαν ὑφ' ἑαυτοὺς ποιησάμενοι οὐδὲ τῶν νήσων ἀπέσχοντο. ἀλλ' ὁ Τζαχᾶς (Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν 737 ἐπιφανῶν,