1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

128

ἕκαστος αὐτῶν τοῦ θείου τῆς παλιγγενεσίας ἠξιώθη λουτροῦ καὶ τὸ καθ' ἡμᾶς ἐμυήθη μυστήριον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατηντλήθησαν χρήμασι καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν, λαβόντες καὶ ἀρχιερέα, δι' οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ' ὁ μὲν Γυλᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ κατὰ Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ 485 τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥῶς γαμετὴ Ἔλγα, τοῦ ξυνευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ καὶ βαπτισθεῖσα τιμηθεῖσά τε, ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συζυγείσης θυγατρὸς τοῦ τῶν Φράγγων ῥηγὸς Οὔγωνος, ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλασθεῖσαν παρὰ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη Θεοφανὼ μετωνόμαστο. Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου αὐταρχίας ὁ πατριάρχης Θεοφύλακτος ἀπεβίω, ἐπὶ ἔτη τρία καὶ εἴκοσιν ἀρχιερατεύσας· ἑξκαίδεκα δὲ ἦν ἐνιαυτῶν, ὅτε τῆς ἀρχιερωσύνης ἀθέσμως ἠξίωτο. ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης, ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσεισάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον, διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσ486 κείμενος καὶ τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης ἡμέραν· καὶ λειτουργοῦντι τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια. ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν (ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς διατριβάς) καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέστρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κἀντεῦθεν ἐπὶ δύο ἔτη νοσήσας, εἶθ' ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πολύευκτος, μοναχὸς ἐκτομίας καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ· καὶ ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη τοῦ προνομίου 487 αὐτοῦ· καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕρητο κατὰ τοῦ πατριάρχου αἰτίαμα. ἐπεὶ δ' ἐχειροτονήθη, τῷ βασιλεῖ ἐντυχὼν καταδρομὴν ἐποιήσατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ' αὐτὸς ἀνεπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἐλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρακοιμώμενος γέγονε, προβιβασθεῖσα ἠρέθισε κατὰ τοῦ πατριάρχου τὸν αὐτοκράτορα καὶ ἐζήτει λαβήν, δι' ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ Προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ. Τῶν δ' ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ παράλια τῆς Ῥωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖσται συνίστων νῆες πολεμιστήριοι, κατ' ἐκείνων ἐκπέπομφεν. ἀλλ' ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ' ἂν ἑάλω ὁ ναύαρχος, εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συν488 ασπισμῷ τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρατηγῷ ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ' οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ τῶν σχολῶν δομεστίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους