1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

73

χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τῆς πόλεως τείχεσι τῇ βίᾳ τῶν ἀνέμων καθ' ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τούτοις πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ' ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀεννάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐδὲν δ' ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος ἔφη ἐν ἀπορρήτοις αὐτῷ "εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρίαν καλοῦμεν, τίς ἐκ τούτου ἔσεται βλάβη;" ὁ δὲ αὐτίκα εἰς ἱκετείαν 274 ἐτράπετο λέγων "μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἢ οὐκ οἶδας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;" ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι "οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα." ἐς τοσοῦτον δ' ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι πυρὶ καὶ τὸ ἅγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ' ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέγειν καὶ ὁ μάρτυς Γεώργιος ἢ ὁ Θεόδωρος καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ' αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ' ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ' ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἄσκησιν. 275 ὅσοι μὲν οὖν φόβῳ τῆς ἐκείνου θηριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι προσέταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο καὶ ὅρκον ἐκ πάντων ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε. Κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς 276 Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν. Ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶ κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι' ὡραιότητα καὶ ῥωμαλεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ' αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ' ἐνιαυτὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ' αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ' αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου ἐκείνου ὀμόσαι 277 τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγένετο. ἕτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ