1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

75

κεκόμιστο, βοῶν ὡς "ζῶν ἔτι τῷ πυρὶ παραδέδομαι." ἄρτι δὲ φθάσας εἰς τὸ Στρογγύλον τοῦ μεμεθυσμένου θείου ξυροῦ 281 ὁ δείλαιος ἐπειράθη καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χιλιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλιστα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ μὲν πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ ∆αλμάτου λεγομένην μονήν, ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινουπόλει πρεσβυτέραν πασῶν, ἀφ' ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον. οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ τοὺς ἄλλως αὐτῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἅγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγει δόξαι ποιήσασθαι τὸν μιαρὸν ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ συνεμπρήσαντα 282 καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλημα· φθῆναι γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βουλευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ, κἀκεῖνον παρὰ τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ' ἕτερος οὐ καυθῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖσαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τῶν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς. Ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιότατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσσαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναριθμουμένων, οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμενος. Ἐκράτησε δὲ τῆς βασιλείας ὁ τούτου υἱὸς Λέων ὁ ἐκ τῆς 283 Χαζάρας, νοσῶν τὴν αὐτὴν κἀκεῖνος ἀσέβειαν, εἰ καὶ κατ' ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβαθμιωτέραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δημοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως κἀκ τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆθεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ, εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὤμοσαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἳ τῶν ἐργαστηρίων προεστήκεσαν, καὶ ἔγγραφα περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβελίσιμον ὁ βασιλεὺς προεβάλετο καὶ κατ' αὐτὴν τὴν τοῦ πάσχα κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ' ἔθος 284 πεποιηκότος εὐχήν. τεθνηκότος δὲ τοῦ πατριάρχου Νικήτα τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεσσαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος. Εὑρὼν δέ τινας τῶν ἐπισήμων τοῦ παλατίου ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα ὠμότατά τε αὐτοὺς αἰκισάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρότερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ πραιτώριον ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέθεντο. πέμπτον δ' ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο