1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

150

ἐληίσατο χώρας, τὴν δὲ τῆς Ἀχρίδος πόλιν, ἐν ᾗ τὰ βασίλεια τοῖς τῶν Βουλγάρων ᾠκοδόμηντο ἀρχηγοῖς, πολιορκίᾳ λαβὼν καὶ ἕτερα φρούρια διὰ στρατηγῶν, ἐπανέζευξεν εἰς τὴν Κωνσταντίνου. Καὶ αὖθις δὲ κατὰ Βουλγάρων ἐστράτευσε καὶ αὖθις φρούριά τε καὶ πολλοὺς τῶν βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ζωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰωάννης καὶ Βλαδισθλάβος κατὰ τοῦ ∆υρραχίου ἐξώρμησε καὶ πολιορκῶν αὐτὸ πίπτει, ἄρξας ἔτη δύο καὶ μῆνας πέντε. ὃ μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παραδιδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριά566 κοντα, καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ Βλαδισθλάβου Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας ∆αβὶδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη, εἰ ὧνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἕξ· καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσῆλθον τῷ βασιλεῖ· ἦσαν δὲ οὗτοι ὁ Προυσιάνος καὶ ἄμφω οἱ ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιάνον ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ' ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλγαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος, τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια· καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέζευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ ταινιωθεὶς ὀρθίᾳ (ἣν τοῦφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄν567 θρωπος, τύφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους) καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλληλέγγυον οὐ κατεδυσώπησε, καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιήσειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέργιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας ἔτη, μετέθετο τὴν ζωήν, καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιερεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε. Τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ καὶ τὰ τῶν Χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγονότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς Βάρδα τοῦ Φωκᾶ οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων ἐσβέσθη ἀποστασία, τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας 568 ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς Ἀβασγοῖς· καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγών, εἶτ' αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥωμαῖοι. καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβηρίας ἀπέδρα βαθύτερα καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν. Ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ' οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα· ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ' ἔτεσι ***. τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν 569 τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ. καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο, κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδομήκοντα ἐπὶ δυσίν,