1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

137

Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον καὶ Λέων ὁ Ἀβα518 λάντης καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ εἴδους μελάντερον ἐκάλουν Ἀτζυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον (καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο) εὗρον τὸν Νικηφόρον χαμαιεύνην ὑπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ' αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. εἶτα ὁ μὲν Τζιμισκὴς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρειμένον ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι' ἃς κεκάκωτο παρ' αὐτοῦ. ὡς δ' ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο, μόνον δὲ τὸ "κύριε, βοήθει" ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου 519 παρὰ τῶν προκοιτούντων γεγενημένου (ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς), καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευκότος ἄρτι ἐκτέμνουσι καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι καὶ οὕτως τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται δ' ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τὴν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικηφόρου αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναιρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἓξ καὶ μῆνας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ῥωμαϊκῶν. λιβερ δεξιμῃς σεπτιμῃς. Καὶ ὁ μὲν οὕτως ἀπέτισε τὸ χρεών· ὁ δὲ Τζιμισκὴς τῆς βασιλείας γενόμενος ἐγκρατὴς καὶ τοὺς τοῦ Ῥωμανοῦ παῖδας 520 κοινωνοὺς πεποίητο τῆς ἀρχῆς παῖδας ἔτι τυγχάνοντας, τὸν δὲ παρακοιμώμενον Βασίλειον, ὃν ὁ Φωκᾶς τετίμηκε πρόεδρον, μήπω πρῴην ὄντος τοῦ ἀξιώματος, προσλαβόμενος ὡς ἐντριβῆ περὶ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν, αὐτῷ τὴν πᾶσαν οἰκονομίαν ἀνέθετο. καὶ ὃς τοὺς τῷ Νικηφόρῳ προσήκοντας ἢ καὶ ἄλλως εὔνοιαν ἐκείνῳ τηρεῖν ὑποπτευομένους ἐκ μέσου πεποίηκε, τὸν μὲν κουροπαλάτην Λέοντα καὶ τὸν υἱὸν αὐτοῦ Νικηφόρον ἐν Λέσβῳ περιορίσας, τῷ δ' ἑτέρῳ τοῦ Λέοντος υἱῷ τῷ Βάρδᾳ ὅριον θέμενος περιγραπτὸν τὴν Ἀμάσειαν καὶ ἄλλους ἄλλως μετελθὼν καὶ οἰκονομησάμενος. τοὺς δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθέντας κατήγαγεν, οἷς καὶ ἀρχιερεῖς συνηρίθμηντο, ὅσοι μὴ ὑπογράψαι ἐν τῷ τόμῳ ὑπέκυψαν, δι' οὗ τεθέσπιστο μὴ ἄνευ ἐκείνου ἀρχιερέα τινὰ προχειρίζεσθαι. εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν μεγάλην ἐκκλησίαν ταινιωθησόμενος. ἀλλ' οὐκ εἰάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν ναὸν εἰσελθεῖν, ὡς φόνῳ μεμιασμένος. πρᾴως δὲ τὴν ἐπιτίμησιν ὁ Τζιμισκὴς ἐνεγκὼν ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ φόνου, ἔλεγε δὲ τὸν Ἀβαλάντην καὶ τὸν Ἀτζυποθεόδωρον ἐπι521 τροπῇ τῆς Θεοφανοῦς τὸν Νικηφόρον διαχειρίσασθαι. τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιωχθῆναι, τὸν δὲ τόμον, οὗπερ ἐμνήσθημεν, διαρραγῆναι καὶ αὐτὸν τὸν Ἰωάννην δέξασθαι ἐπιτίμια. ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο καὶ αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτόρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέρρηξε καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. τούτων δὲ γενομένων, κατὰ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἑορτὴν ἅμα τε τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται, τὴν δὲ Θεοφανὼ εἰς Προικόνησον περιώρισεν. οὕτω μέντοι ἀναρρηθείς, ἐπεὶ ἀρχιερέως ἡ μεγάλη Ἀντιόχεια χηρεύουσα ἦν, προχειρίζεταί τινα μοναχὸν Θεόδωρον, ὃς αὐτῷ προέφη τῆς βασιλείας τυχεῖν, καὶ μὴ σπεῦσαι μηδ' ἁρπάσαι αὐτήν, ἀλλὰ μεῖναι τὴν ἐκ τοῦ θείου προχείρισιν. ὅσπερ τὴν ἀρχιερωσύνην καταδεξάμενος ἀξίωσιν ἔθετο πρὸς τὸν