1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

84

διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι' αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας (καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος), ὁ μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι τοὺς πρόσφυγας, κρεῖσσον 316 κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόσφυγας. αἱ μὲν οὖν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπόμενος. Κομήτης δ' ἀστὴρ ἐφάνη τότε σχηματισθεὶς εἰς εἴδη διάφορα, ὧν λέγεται εἶναι καὶ ἀνθρώπου σχῆμα χωρὶς κεφαλῆς. Οἱ Βούλγαροι μέντοι τῆς Μεσημβρίας κρατήσαντες πολλὰ ἐν ταύτῃ εὑρήκασι, μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ' ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν ὑπενό317 στησε· καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συναθροίσας εἰς Θρᾴκην αὖθις ἐξῆλθε, συνεπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρατιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ μὲν Αὐγούστα ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς τῆς χώρα οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο παρατάξεσι. μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν Λέοντος τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατήγητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ' αὐτὸν τάγματα ἕπεσθαί οἱ ἐγκελευσάμενος λειποτακτήσας ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ πιστεύειν τῷ γινομένῳ διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον 318 ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ' αὐτὸν ἐπισχεῖν. ὡς δ' ἑώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς, τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρατιωτῶν τε καὶ στρατηγῶν. μόλις δ' ὁ βασιλεὺς εἰς τὴν Κωνσταντίνου μετ' ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις διάρπαγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος καὶ τοὺς κοινωνοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡττᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός, οἷος ὁ τῶν ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε· καὶ τὸν μὲν βασιλέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφημίας ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκκιζομένου δ' αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑποθέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι ἐδο319 κίμασεν, ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῷ Λέοντι ἐξαπέστειλεν. ἐλθόντος δ' ἐκείνου εἰς τὰ βασίλεια ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ