1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

60

μᾶλλον μέντοι 224 καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας (τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ Συρίας ἐλθόντος καὶ τοῦτο σκευάσαντος), μετ' αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν, ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ' αὖθις ἑτέρα στρατιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλεύθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσε καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα 225 καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὃς ἀπελθὼν πρὸς τοὺς Ἄραβας δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα καὶ δι' ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς καὶ δούλους ὀκτὼ καὶ ἵππους τῶν παρ' αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἄγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἑσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο. Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ τὴν ἑσπέριον. Θανόντος δὲ τοῦ πατριάρχου Ἰωάννου προκεχείριστο Κωνσταντῖνος καὶ μετὰ δύο ἔτη ἐξέλιπε· καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν τοῦτον θρόνον Θεόδωρος. ὃς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον. Ὀρθόδοξος δὲ ὢν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι 226 τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ πάπα Ῥώμης Ἀγάθωνοςτοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ' Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖσα ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὀνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεγίου, Πύρρου, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ Πολυχρονίου τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. Τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰ πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. 227 ἐκστρατεύει τοίνυν κατ' αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν ∆άνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἰδόντες παρασκευὴν ἐδειλίασαν καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν· ἀλλ' οὐδ' ἡ Ῥωμαϊκὴ στρατιὰ τούτοις προσέβαλεν. ἐφ' ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν (χώρα δ' ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί) τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς τοὺς