1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

99

"τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ πρὸς Ῥωμαίους πορεύσομαι." ἐπανελθὼν δ' εἰς τὴν μεγαλόπολιν 374 περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος αὐτίκα τετίμητο· καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε. Τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκατρία, Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναιρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰαννῆν ἐκάλουν οἱ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἦν γὰρ αὐταῖς ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορμον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς ὑπερορίζει Θεόφιλος καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃστῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις 375 λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδίμου ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα καταλύσαντες διά τινος ἁλιέως συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα· τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. οἷς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀνταπέστειλε· τοὺς ταῖς βίβλοισιν οὐρανοῦ κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. ἕβδομον δ' ἔτος διανύσας ἐν τῷ τάφῳ ὁ ἅγιος, εἶτα ἐκβληθεὶς ἐκεῖθεν ἐν τοῖς ἀνακτόροις κατεκέκλειστο, μηδενὸς αὐτὸν ὁρῶντος 376 ἢ μόνου τοῦ ὑπηρετοῦντος αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπονῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθόδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν. Ἔαρος δ' ἐπιστάντος κατὰ τῶν Ἀγαρηνῶν ὁ βασιλεὺς καὶ πάλιν ἦρε τὰ ὅπλα καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πόλεων ἐκράτησε καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς. ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰκονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον (στράτευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν), περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ' αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλλον δὲ καὶ παρακαλῶν αὐτοὺς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ ἑαυτοὺς καὶ αὐτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ' οὐκ ἔπειθε. στέλλει οὖν πρὸς τὸν βασιλέα, τοῦτο τοὺς Πέρσας ἀποκρυψάμενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ' αὐτοῦ ὑπ377 οπτεύειν πληροφορῶν. καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐτὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι εἰάθησαν, ἀλλ' ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστῳ θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θεμάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι. τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις. Τοῦ δὲ ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι' αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ τὸ Ἀμόριον, ἐπ' αὐτὸ στρατεύσασθαι ἔγνωκε. καὶ ὁ βασιλεὺς τοῦτο γνοὺς αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρατευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κρατερός, οὗ πρὸ μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἳ καὶ τὸν τοῦ μαρτυρίου δρόμον ἐξήνυσαν παρὰ τοῖς Ἀγαρηνοῖς, τεσσαράκοντα καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαν378 τιάσων τοῖς ἐκ τῆς Ἄγαρ, καὶ ὁ μὲν τῷ τοῦ ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ