1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

24

πόλεως εὐσεβοῦς καὶ βλασφήμους εὐχὰς ἀναπέμπειν ἐπ' ἀκροάσει θεοσεβῶν. μὴ σύγε τοῦτο θεσπίσαις, ὀρθοδοξότατε Αὔγουστε." τούτοις 89 ὁ Θεοδόσιος μαλαχθεὶς τοῖς Βυζαντίοις τε ἀνῆκε τὸ ἐπιτίμιον καὶ συναγωγὴν ἐντὸς τῆς βασιλίδος τῶν πόλεων τοὺς Ἰουδαίους ἔχειν ἀπείρηκε. Τοῖς Ἀντιοχεῦσι δὲ φόρων ἐπιταχθέντων νέων, κινηθεὶς ὁ δῆμος εἰς ἀγανάκτησιν διὰ τὸ καινὸν τῆς εἰσπράξεως εἰκόνας τῆς προτέρας γαμετῆς τοῦ βασιλέως Θεοδοσίου ἐν τῇ ἀγορᾷ τῆς πόλεως αὐτῶν ἱσταμένας κατέσπασε καὶ ἔσυρεν ἐν ταῖς δημοσίαις ὁδοῖς. διόπερ ὀργισθεὶς ἐκεῖνος τά τε δίκαια τῆς πόλεως ἀφείλετο καὶ τῇ ἐκ γειτόνων Λαοδικείᾳ ταύτην ὑπέταξε καὶ τοὺς αὐτῆς πολίτας διαθήσειν ἠπείλει κακῶς· καὶ διέθετο ἄν, εἰ μὴ Φλαβιανὸς ὁ τότε τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ βασιλεῖ προσελθὼν ἐπρέσβευσε καὶ ἐνδοῦναι αὐτὸν πεποίηκε τοῦ θυμοῦ. ὅτε καὶ ὁ μέγας πατὴρ ὁ Χρυσόστομος Ἰωάννης τοὺς Ἀνδριάντας ἐπιγραφομένους λόγους συνέγραψε, τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τυγχάνων πρεσβύτερος. Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῷ τῆς ἁγίας Ἀναστασίας 90 ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα, τοῦ βασιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς ἀρειανίζοντας ἐκδιώξαντος παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροσκυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ' ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινουπόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ' οὐδ' ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον. διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστάξαντος, ἑκατὸν καὶ πεντήκοντα συναθροισθέντων θεοφόρων πατέρων ἐν τῇ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκκλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακεδόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ "καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον" μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα 91 ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνου χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανονικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγγραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητικὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας Ῥώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν Ῥώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς. Ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν, ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένειμε καὶ πρόσρησιν καὶ προσκύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη "χαίροις καὶ σύ, παιδίον." χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῇ κατα92 φρονήσει τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος "σὺ μὲν ἄνθρωπος ὢν 92 τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύττεσθαί τε καὶ ἀπεχθάνεσθαι μηδ' ὀργίζεσθαι κατὰ τῶν ἐκχωρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ διαφθείρειν πολλούς;" θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. Τὸν τελευταῖον δὲ τυραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα,