1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

19

ἐκτυποῦσαν λέγοντα "σήμερον ἐν Περσίδι Ἰουλιανὸς ἀναιρεῖται." σημειωθείσης οὖν τῆς ἡμέρας, μετὰ ταῦτα ἐγνώσθη ὅτι κατ' ἐκείνην τὴν ἡμέραν ἀνῄρητο. καὶ ὁ μὲν τριάκοντα πρὸς ἑνὶ 70 βιώσας ἐνιαυτοὺς οὕτως ὡς εἴρηται ἀπεβίω. ὁ δὲ διὰ τῶν ἀστέρων τὴν ἐκείνου προμυηθεὶς τελευτὴν ἀφορμὴν ἔσχε πρὸς εὐπιστίαν τὸ ὅραμα. Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ' ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἅπαντες ἀντεβόησαν εἶναι χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος τὴν ἀρχὴν τοῖς Πέρσαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκώς. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας, πόλεων περιφανῶν, ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ' ὧν θρηνούντων καὶ ἀναίδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις ἀνηκόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἱ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπο71 ρεῖν. μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου τῶν ἐκκλησιῶν ἐξηλάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Ταρσὸνγεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γεγονὼς κἀκεῖθεν ἀπάρας καὶ σταθμὸν προελθὼν εἰς ∆αδάστανά τε καταλύσας αἰφνίδιον τετελεύτηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητηρίους φαγών (ἦν γὰρ λιτὸς περὶ δίαιταν), ὡς δ' ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδραθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων ἀναφθέντων ἐντὸς ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι' αὐτῆς ἀπεπνίγη κοιμώμενος μηδ' αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτῆς Βαρωνιανῷ. Θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπάζοντες τὴν Νίκαιαν κατειλήφασι καὶ γεγονότες ἐκεῖ περὶ βασι72 λέως ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ' ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ' ἀπηνήνατο, τὸ γῆρας εἰς παραίτησιν προβαλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱὸν οὐ κατένευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα Οὐαλεντινιανὸν ἐψηφίσατο. Ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγαθοθελής. οἴνου δ' ἥττητο καὶ ἀφροδισίων· καὶ τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος ἐν τόπῳ κατάντει προϊόντος ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ' ἐκ τούτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ' ἐκ μαντείας ἔγνω τοῦτό τινος, εἶπεν "αἴθε κἂν ἄνθρωπος." ἦρξε δὲ οὐδ' ὅλους μῆνας ὀκτώ· ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων ἀποστόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ 73 αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ. Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βασιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρηθῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς "διὰ τοῦτο" εἶπε "τοσούτων μοι πραγμάτων ἐπεφόρτισας ὄγκον, ἵν' αὐτὸς μηδ' ἐφάπτοιο τούτου;" ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας· ἦν δ' εὐσεβὴς τὰ πρὸς τὸν θεόν·