1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

177

μᾶλλον, ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς μεμαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι, τὴν τῆς πολιτικῆς μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγγραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς δ' ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀν664 έπειθε τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ' ἥκειν τὸν Κομνηνὸν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἕωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν, οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρχην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοὺς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον τοὺς τοῦ πατριάρχου ἀδελφιδούς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἵν' ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης τοῖς στασιάζουσι. κατῆλθεν οὖν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγκαλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ τῶν στασιαζόντων θρασύτεροι ἢ μᾶλλον δι' ὧν ἡ στάσις συνίστατο μέσον παρειληφότες αὐτὸν πρεσβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βα665 σιλέα, ἵν' αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογεγράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. ὁ δὲ πληρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ' ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελθούσης ὥρας βασιλέα καὶ αὐτοκράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦντός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ' ἕως τότε βασιλεύοντι κατιέναι τῶν ἀνακτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη "τί δέ μοι ἀντὶ τῆς βασιλείας παρέξετε;" οἱ δέ "τὴν οὐράνιον βασιλείαν" ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βασιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπαντὴν τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρότατά οἱ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια. Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν τῆς βασιλείας ἐκπέπτωκε καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπέτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ 666 τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο, καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε, μόνον οὐχὶ βοῶν ὅτι "τοῦτό μοι τὴν βασιλείαν, οὐχ ἕτερόν τι προυξένησε." τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο καὶ ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι' αἰδοῦς ἦγεν ὅτι πολλῆς καὶ τοὺς αὐτοῦ ἀδελφόπαιδας δι' ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος δ' ἔτι τῷ πατριάρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγούσταν ἀνηγόρευσε, τὸν δ' ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν δομέστικον. 667 Τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογέννητον ἐκεῖνον Βασίλειον τῆς