1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

183

πατριάρχου τετήρητο. καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου 686 βουλὴν πονηράν τε καὶ βαθυγνώμονα καὶ ταύτην ἑνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἷα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθών "ἴσθι" φησίν "ὦ δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βασιλίς" (ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡττώμενος) καὶ προσεπῆγεν ὡς "εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδυνον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ, αὐτίκα συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἱ τὸ κράτος ἕψεται τὸ βασίλειον." ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον· "εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ 687 πόρρω μόνον καὶ τοῖς ἐχθροῖς ἀγχιτέρμονα, ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα." καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ' ἐκ ζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀντέλεγον, τοὺς μὲν δώροις, τοὺς δ' ὑποσχέσεσι συμψήφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε καὶ ἄγεται μὲν τὸν ∆ιογένη καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τε τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογευσαμένῳ κρατήρων· καὶ ὁ ∆ιογένης βασιλεὺς ἀνηγόρευτο, τῆς βασιλίδος Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς. Ῥωμανὸς δὲ ὁ ∆ιογένης τῆς τῶν Ῥωμαίων ἀρχῆς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν 688 Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς ἐξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ' ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτέ τε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν· εἶτα μὴ στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Κακῶς δὲ τῶν ἑῴων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βυζαντίδι ἀντίπορθμον, δύο ταῦτα πραγματευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σωτηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ' αὐτὸς αὐταρχεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπε689 ραιώθη πρὸς τὴν ἑῴαν, οὔτ' ἀξιόμαχον ἐπαγόμενος στράτευμα, καὶ ὃ ἐπήγετο, ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγκαίων αὐτῷ ἐτετρύχωτο. ἐκ μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν εὐχερές. ἀθροισθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν ἀνατολικῶν, ὃ τῆς Φρυγίας ἐστίν, οἱ ἐναντίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτὸν καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον (τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο οὐκ ἠκρίβουν οἱ βάρβαροι), εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν