1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

181

διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες (ἦσαν δὲ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀποκάπης) ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν, οὐ μέντοι γε ἠδυνήθησαν. ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατηγωνίσατο στρατιὰν καὶ τοὺς εἰρημένους ἄνδρας καὶ ἄμφω δορυαλώτους ἀπήγαγον καὶ διαβάντες τὸν ∆άνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὲρ ἑξήκοντα χιλιάδας οἱ αἴρειν ὅπλα δυνάμενοι· ὅθεν ὁρμώμενοι τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ' ἔλεγεν ὅτι ἀκαταγώνιστον τὸ ἔθνος ἐστί· πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν 679 ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν, οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα μεθ' ἑαυτοῦ ἐπαγόμενος, φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ' ἠγγέλη αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἵ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι ἐπέθεντο καὶ ἄρδην αὐτὸ διεφθάρκασι, μόλις τῶν ἡγεμόνων μετ' ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρατηγήματος τῆς θείας δυνάμεως· ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάντοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν. Ταῦτα δ' ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ τὴν κγʹ τοῦ Σεπτεβρίου μηνός, ὑφ' οὗ καὶ ναοὶ καὶ οἰκίαι 680 πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον Ἑλληνικὸν κατέπεσε τέμενος, ἔργον κάλλιστόν τε καὶ θαύματος ἄξιον, καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείσθη ναός. Κατὰ δὲ τὸν Μάϊον μῆνα τῆς δʹ #1505 κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο καὶ καθ' ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατολὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ' ἡμέρας φαινόμενος τεσσαράκοντα. Τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ' ἔτη τέσσαρα καὶ μῆνας ἓξ τὴν ἐκκλησίαν ἰθύναντος καὶ μεταθεμένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται, ὃς ἐκ Τραπεζοῦντος μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμηται. πάντα δ' ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ 681 συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατριαρχικοῦ. Ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωρούμενος καὶ ἤδη κατεργασθεὶς καὶ ἀπαραίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὓς αὐτῷ ἡ σύνοικος Εὐδοκία ἐγείνατο, τοὺς δύο τὸν Μιχαήλ τε καὶ τὸν Ἀνδρόνικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνστάντιον βασιλεύσαντι καὶ αὐτὴ Αὐγούστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογέννητος ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα βασιλίδα τε καὶ τροφὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπεν, ἐπ' αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν ποιησάμενος, δοκούσῃ αὐτῷ σώφρονί τε καὶ πρὸς παίδων ἀναγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πραγμάτων διοίκησιν, πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγραφον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ' ἔγγραφον 682 παρ' ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον· ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον