1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

81

ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑῴων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα (λέγεται γὰρ ἀμφότερα), εἶτα μεταμελη304 θέντα καὶ πίστεις ἀπαθείας παρ' αὐτοῦ εἰληφότα μοναχόν τε γενόμενον καὶ εἰς τὴν νῆσον τὴν λεγομένην Πρώτην διαπεραιωθέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτὸς καὶ λυπεῖσθαι ἐσχηματίζετο καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἵν' αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶδος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια. 305 Τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαϊκῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὓς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ' οἳ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς διὰ τὸ ἐκ λαϊκῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ' ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγ306 γυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. Πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ' ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ' ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἵν' ὡς ἐκ πλήρους πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προὐβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἳ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πτωχείων γηρωκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ 307 μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ' ὅ,τι ἐστὶ γεωργία γινώσκοντας· καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ' ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἵνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ' ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἰργάσατο. μαθὼν γὰρ τὸν ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμπεται αὐτὸν καὶ "ἐπίθες σου" φησί "τὴν χεῖρα τῇ κεφαλῇ μου καὶ ὄμοσον