1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

155

ἀπηγόρευσε καὶ ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ' ἱερῶν. ἐπεὶ δ' ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ Μιχαήλ. τὸ δ' ἦν κατά τινας 584 περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε διαστροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ' ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας τὸν Μιχαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ' ἐρᾶν μήτ' ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ' οἳ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα, *** δ' ὅτι σφριγᾷ ἡ βασίλισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν ὁμιλοίη. Τούτων δὲ οὕτω ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε, καί οἱ διῳδήκει τὸ πρόσωπον καὶ τὸ ἆσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο· αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ' ἔχων ἀπῄει πρὸς βαλανεῖον τῶν ἐν τοῖς βασιλείοις λουσόμενος, καὶ ἀπῄει οὔτε χειραγωγούμενος οὔτ' αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας 585 αὐτῷ τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ ἐφ' ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ δ' ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βασιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς Ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ' εἰδέναι ὧν ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος. Τοῦτον μὲν οὖν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμβουλευόντων· ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελεσιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς "ἀπολούμεθα αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ." λα586 βοῦσα τοίνυν εὐθὺς τὸν Μιχαὴλ καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα καὶ αὐτὴ παρακαθισαμένη πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ' αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελούμενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ πᾶσα ἡ πόλις τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι, τὸ δ' ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματίζετο τηρεῖν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν· εἶτα οὐκ εἰς μακρὸν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτομίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῆς συνήθεις 587 θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ' αὐτῇ πρὸς θεραπείαν ἀντικαθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφράγνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρακεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο· ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ' ἐνάγεσθαι πλέον ὁ