1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

30

ἠρώτησεν ὅποι τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο, 111 δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ' ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ' αὖθις μεθ' ὅρκου φαγεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ' αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα· τῷ δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυλῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ' Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα· ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βαθεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δ' ἐπανελθοῦσα αὖθις μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πατρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ' ἐκείνης διὰ στίχων ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι. Θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς 112 μὲν πάνυ σὺν τῷ πατρί, τοὺς δ' ἄλλους καθ' ἑαυτόν. τὴν δ' αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἱ μὲν νόσον γεγονέναι φασίν, οἱ δ' ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν καὶ πληγέντων αὐτῷ καιρίων μερῶν μετ' ὀλίγον θανεῖν. ἦν δὲ λογικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχηκὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύσατο· ἱππεύειν καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν δὲ καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέκειτο· ὅθεν καὶ οἱ παρ' αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ' ἐκεῖνον Ἀμάντιος καὶ τελευταῖος Χρυσάφιος. Ἐν τοῖς χρόνοις δὲ τούτου τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ "Κύριε ἐλέησον," αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστίθεσθαι τῷ Τρισαγίῳ τὸ "ὁ σταυρωθεὶς δι' ἡμᾶς." 113 Ὁ μὲν οὖν Θεοδόσιος τέθνηκε· Πουλχερία δὲ μήπω πολλοῖς γνωσθείσης τῆς τοῦ αὐτοκράτορος τελευτῆς τὸν Μαρκιανὸν μετεπέμψατο, ἄνδρα γηραιὸν ἤδη, χρηστὸν δὲ τοὺς τρόπους καὶ σώφρονα, καὶ ἀπαγγέλλει αὐτῷ τοῦ βασιλέως τὸν θάνατον καί φησιν ὡς "σὲ παρὰ πάντας εἰς βασιλέα προκέκρικα, εἴ μοι δῴης πληροφορίαν τηρῆσαί μου τὴν παρθενίαν ἀνέπαφον, ἣν τῷ θεῷ ἀνατέθεικα." τοῦ δὲ συνθεμένου μετακαλεῖται τὸν πατριάρχην καὶ τὴν βουλὴν καὶ ἀναγορεύει τοῦτον καὶ ταινιοῖ διαδήματι. Ἦν δὲ ὁ Μαρκιανὸς οὔτε τῶν ἐπιφανῶν πρῴην οὔτε τῶν ἐκ γένους λαμπροῦ, ἀλλὰ στρατιώτης ἁπλῶς· ὅς ποτε εἰς ἐκστρατείαν σὺν τῷ οἰκείῳ τάγματι ἀπιὼν κατὰ τὴν Λυκίων ἐπαρχίαν ἐνόσησε καὶ τῶν ὁμοταγῶν ἀπελείφθη. ξενισθεὶς οὖν ἐκεῖ παρά τισι δυσὶν ἀδελφοῖς, ὧν τῷ μὲν ἡ κλῆσις Ἰούλιος, τῷ δ' ἑτέρῳ Τατιανός, καὶ τῆς νόσου ῥαΐσας, θηρεύσων ἔξεισι σὺν τοῖς ξενισταῖς. ἐν δὲ τῷ θηρεύειν γεγονότες κατάκοποι κατὰ γῆς ἀνεκλίθησαν, ἑαυτοὺς ἀναπαύσοντες, καὶ ὕπνωσαν περὶ μεσημβρίαν. τὸν ὕπνον δὲ πρὸ τῶν ἄλλων ὁ Τατιανὸς ἀποτι114 ναξάμενος ἀετὸν ὁρᾷ διαπεπετασμέναις ταῖς πτέρυξι κατασκιάζοντα τὸν Μαρκιανὸν καὶ τὸν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρούμενον καύσωνα. θαυμάσας οὖν ἠρέμα διυπνίζει τὸν ἀδελφὸν καὶ τὸ καινὸν ὑποδείκνυσι· κἀκεῖνος οὖν ἐξεπέπληκτο. ἐδοξάτην οὖν καὶ ἄμφω τὼ ἄνδρε βασιλείας εἶναι σημαντικὸν τὸ ὑπὸ τοῦ ἀετοῦ γεγονὸς εἰς Μαρκιανόν, καὶ διεγερθέντι τοῦ ὕπνου αὐτῷ τὴν βασιλείαν προκαταγγέλλουσι, καὶ μεμνῆσθαι αὐτῶν ἀξιοῦσιν ὅτε τεύξεται τῆς ἀρχῆς· καὶ δόντες αὐτῷ νομίσματα διακόσια ἀπιέναι ἀφῆκαν. αὖθις οὖν σὺν Ἄσπαρι στρατευόμενος κατὰ Οὐανδήλων πόλεμον ἀραμένῳ, αἰχμάλωτος σὺν ἑτέροις πλείστοις ἑαλωκώς, ἐν αὐλῇ τινι μετὰ τῶν συναιχμαλώτων πεφρούρητο. ἄνωθεν δὲ