1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

170

συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς Ῥωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων ἤδη, οἱ Ῥωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος αὐτοῖς ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύρωμά τι προσκαθημένοις ἔπεισι τῷ Ἄρτζε (κωμόπολις δ' ἦν τοῦτο, πληθὺς δ' ἐνῴκει αὐτῷ, ἵν' οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ' ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός). ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ' ἔγνωσαν παραβουκολούμενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι καὶ ταύταις αὐτὰς ἀποφράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀνῄρουν πολλούς, καὶ τοῦτο ἐφ' ἡμέραις ἐγίνετο ἕξ. ὡς δ' ἔγνω ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζη639 νοὺς ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν ὑπεβάλλετο. ὡς δ' ἐξήφθη πανταχόθεν πυρκαϊά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο τῷ πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς Ῥωμαϊκῆς ὡρμήκασι στρατιᾶς· ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὖν Ἀλὶμ καὶ ὁ Χοροσάνης (ἕτερος δ' οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων) μετὰ τῶν ὑπ' αὐτοὺς τραπέντες ἐνέκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι Ῥωμαῖοι μέχρι πόρρω νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ' ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ' ἐπαύσαντο τῆς διώξεως οἱ Ῥωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτα μαθόντες ἐν ἀθυμίαις ἦσαν· οἱ βάρβαροι δὲ τῷ σουλτὰν τὸν Λιπα640 ρίτην ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν σουλτάνον, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ σουλτὰν καὶ σπονδὰς μέσον Ῥωμαίων καὶ Τούρκων ζητῶν γενέσθαι. ὁ δὲ σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμφεισαν δέδωκε καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν πρὸς βασιλέα, ὃν ἐκάλουν ἐκεῖνοι σερίφην. οὗτος δ' ἐστὶ παρ' αὐτοῖς ὅπερ πάλαι ἦν παρ' ἡμῖν ὁ λεγόμενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντικαθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρατοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαιτῶν τῷ σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ σουλτὰν 641 αὐτὸς κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντιπόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε. Τὰ μὲν οὖν τῶν Τούρκων τοῦτον ἔσχε τὸν τρόπον· τὸ δὲ τῶν Πατζινάκων ἔθνος αὖθις κατὰ τὴν Εὐρωπαίαν μοῖραν κεκίνητο· Σκυθικὸν δὲ τὸ ἔθνος καὶ πολυάνθρωπον, πέραν Ἴστρου νεμόμενον. ἦν δὲ τότε τοῦ ἔθνους ἄρχων Τυράχ, ἀνὴρ τὸ μὲν γένος παρὰ τὸ ἔθνος λαμπρός, τὸ δὲ ἦθος νωθής. ἕτερος δέ τις Κεγένης καλούμενος, ἄσημος μὲν ὅσον εἰς γένους ἀναφοράν, ἀνὴρ δὲ ῥέκτης τε καὶ δραστήριος ὢν καὶ πολλάκις ἐν πολέμοις ἀνδραγαθήσας, παρὰ τοῦ ἔθνους πεφίλητο. διὸ καὶ παρὰ τοῦ Τυρὰχ ἐλοχᾶτο, ζητοῦντος αὐτὸν ἀνελεῖν. ὃ γνοὺς ἐκεῖνος καὶ δύο τῶν φυλῶν προσεταιρισάμενος, οὐσῶν πασῶν δέκα ἐπὶ τρισί, σὺν αὐταῖς διέβη τὸν Ἴστρον καὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια γέγονεν, αὐτόμολος ἥκειν λέγων τῷ βασιλεῖ καὶ οὐκ ἔσεσθαί οἱ ἀσυντελής. ἐμηνύθη ταῦτα τῷ Μονομάχῳ, καὶ