1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

63

ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ' ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν 235 ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησε. Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας ἐκράτησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προβαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέδραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι καὶ μέχρι Σαμοσάτων ἀφίκοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες, καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δορυαλώτου ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίησαν. Βαάνης δέ, ᾧ Ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν 236 χώραν ἐδέξαντο. ἀλλ' ὁ Μοάμεδ κατ' αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμενίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν, οἷς συμβαλὼν ὁ τοῦ βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ' ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζεσθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαληνίαν ἐξώρισεν. Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεὶς ἠδυνήθη διαδρᾶναι ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ' ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν καὶ μετ' ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός. καὶ ὁ Ἀψίμαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ 237 κεφαλήν. καὶ ὃς συνέθετο καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλθέντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος ἕκαστον ἀγχόνῃ στερίσκει τοῦ· ζῆν καὶ τὴν μὲν Θεοδώραν εἰς Χαζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπολήψοιτο, μή τι κακὸν τοῖς κατ' αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος "εἰ φείσομαι τούτων" ἔφη "τινός, αὐτίκα καταποντισθείην ὡδί." περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν ἐπαγγειλάμενος, εἰ παρ' αὐτοῦ καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκειμένην κατειλήφει τῶν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπε238 δευσάμενος ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἱ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη. Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ παρασχὼν καὶ συνθήκας εἰρήνης μετ' αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν μὲν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους