1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

141

βασιλεὺς ἐπιστροφῆς δέδωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον 533 Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἦν· λέγεται δὲ θειοτέρας ἐπικουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιζόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. ἦν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελουμένη μνήμη. τρέπονται οὖν οἱ Σκύθαι καὶ πρὸς τὴν πόλιν ὡρμήκεσαν· ἀλλ' ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή· ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ' ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἱ δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε 534 κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν, ἐντεῦθεν· γύναιόν τι εὐλαβείᾳ συνεζηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ' ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προϊοῦσαν καὶ προπεμπομένην ὑπὸ πολλῶν, ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προϊόντων αὐτῆς "κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον." ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἦν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τῆς βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών, ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελθεῖν ἐξαιτούμενος καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ 535 ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν ᾐτήσατό τε τοῖς Πατζινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥῶς οἴκαδε ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτό τε ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλλοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν Ῥῶς ἀπηγόρευσαν. Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς Ῥῶς πολέμου καταλυθέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ ὑπεδέχθη λαμπρῶς ὑφ' ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προϋπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γερουσίας καὶ οἱ τοῦ δήμου στεφάνους προσάγοντες καὶ τέθριππον ἅρμα (οἱ δὲ ἵπποι τούτου λευκοί) ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων ἐπέθετο καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει 536 τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τὸν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καὶ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν Ῥῶς ἐπ' οἴκου ἀναζευγνὺς λόχοις περιπίπτει τῶν Πατζινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο. Οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναὸν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασιλείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως, ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος. Ὅτι δὲ αἱ προσκτηθεῖσαι Ῥωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ