1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

154

Ῥωμαϊκὸς προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν· 580 οἱ δ' ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σικελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆας ἐξέπλευσαν καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι νῆες Ῥωμαϊκαὶ καὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζωούς, οἳ τῷ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων στρατηγῶν τῆς Ἐδέσης ἐκράτησεν, ἔνθα καὶ τὴν αὐτόγραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸν Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος, καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραϊζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πατρίδων αὐτῶν ἠναγκάσθησαν, οὓς χρυσίου διανομαῖς ἀνακτησάμενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν. σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντίπορθμοι τῆς Βυζαντίδος ἀνδρῶνες, οἳ διαιτητήριον ἔκπαλαι 581 τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερᾶς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀνεκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς μεγαλόπολιν εἰσάγοντος ὁλκοῦ διαρρηχθέντος ἐπεμελήσατο. Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ' ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ καταλιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ' ὅτιπερ ἡ βασιλὶς ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρότερον μὲν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμμάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ' ἐγνώκει μάτην πάντα γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ σπουδαζόμενον, οὐκέθ' ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν, 582 ἀλλ' ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποστρόφως εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι' ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ, τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἷς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσληφθησόμενον ὑπ' αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπολοῦσι τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ' ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ' αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον, εἶτα καὶ περὶ τοῦ Μιχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις δὲ τούτου γενομένου, δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη 583 αὐτοῦ, μὴ ὑποσταλῆναι, ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; μέχρι καὶ συνουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προϊόντος τοῦ χρόνου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλτρον· καὶ ἦν ὑποψιθυριζόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ' ἠγνοεῖτο τῷ αὐτοκράτορι. ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο τότε ποδῶν; καὶ οἷον προαγωγὸς ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο. ὡς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλὰ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ