1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

25

καὶ ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλησίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖδας παρέδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ' ὡς ἰδιώταις καὶ τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμελοῦντας ὁρῴη ἢ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσένιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβὼν 93 ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ' ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ βασιλεὺς ἐπιστὰς καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξαναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διετάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ, ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρκαδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύτας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ' αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα διεμελέτησε καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώμενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδόσιος οὐκ ἔγνω ὅποι γῆς ἦν. Νοσήσας δὲ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας Ῥώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ 94 Ὀνωρίῳ δὲ τὴν πρεσβυτέραν Ῥώμην προσκληρώσας καὶ τὰ ἑσπέρια. Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοίρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷ ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ' αὐτοῦ ἐπιβουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ' εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι "ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα." Οὗτος ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδομήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε καὶ τὸν ἐν Ξηρολόφῳ ἀνήγειρε κίονα καὶ ἐπ' αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε. 95 Τοῦ πατριάρχου δὲ Κωνσταντινουπόλεως Νεκταρίου θανόντος τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγαγὼν τῆς μεγάλης πατριάρχην τῆς νέας Ῥώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰταμὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώτατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς ἔστι δ' οὗ καὶ ἐπιτιμώμενον ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλεξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργὸν πείθει τὸν Ἀρκάδιον ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος· ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακαλούμενος καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὢν οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδα96 σκαλίας προσαρμόττουσα (ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν) ἐμηνία καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἵνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοῦτον ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν