1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

198

ἐξαρτώσης ῥοπῆς, καὶ προσβάλλει τοῖς πολεμίοις. οἱ δὲ οὐδὲ τὴν ἔφοδον ὑπομείναντες τὰ ὅπλα κατὰ γῆς ἐρρίπτουν καὶ οἰμωγαῖς τοὺς Ῥωμαίους ἐξεκαλοῦντο πρὸς ἔλεον. ὤλετο μὲν οὖν πολύ τι τοῦ Σκυθικοῦ, οἱ λοιποὶ δὲ συνελαμβάνοντο καὶ ἦσαν ὑπὸ δεσμοῖς καὶ εἰς δουλείαν οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἀπεδίδοντο. ὁ δ' αὐτοκράτωρ πλῆθος 741 ἀπολεξάμενος σφριγώντων καὶ ῥωμαλέων εἰς τὸ τῶν Μογλένων θέμα τούτους σὺν γυναιξὶ καὶ τέκνοις κατῴκισε καὶ τάγμα τούτους κατέστησεν ἰδιαίτατον· οἳ καὶ μέχρι τοῦ δεῦρο κατὰ διαδοχὰς διαμένουσιν, εἰς ἐπίθετον σχόντες τὸν τόπον, ἐν ᾧ κατῳκίσθησαν, καὶ Πατζινάκοι Μογλενῖται καλούμενοι. Ἐπιβουλῆς δὲ μηνυθείσης αὐτῷ πρωτουργοὺς ἐχούσης τὸν Οὐμπερτόπωλον καὶ τὸν Ἀριέβην, ὧν ὁ μὲν ἐκ Φράγγων εἷλκε τὸ γένος, ὁ δ' Ἀριέβης ἐξ Ἀρμενίων, καὶ ἄμφω δὲ τῶν ἐπιφανεστέρων καὶ στρατηγίαις ἐφεστηκότων, ἐκεῖνοί τε συνεσχέθησαν καὶ ὅσοι συμμετεῖχον αὐτοῖς τοῦ βουλεύματος. τοὺς οὖν τῆς μελέτης ἐξάρχοντας δύο ἄνδρας δημεύσει καταδικάσας καὶ ἀτίμῳ θριάμβῳ καὶ ἐπὶ τούτοις ὑπερορίᾳ ἐν τούτοις περιώρισεν αὐτοῖς τὴν ποινήν· ὅτε καὶ τὸ τῶν Μανιχαίων τάγμα τῆς στρατείας ἀπήλασεν, ἐκθέσμως μέχρι τότε δὴ στρατευόμενον· στρατεύεσθαι γὰρ τοὺς Μανιχαίους ἀρχαῖος νόμος καθάπαξ ἀπείργει. αὖθις δ' ἑτέρα κατὰ τοῦ βασιλέως τούτου συνέστη ἐπιβουλή, ἧς ἐξῆρχεν ὁ τοῦ βασιλεύσαντος ἐκείνου ∆ιο742 γένους υἱὸς ὁ Νικηφόρος ὁ τῆς πορφύρας βλαστός, ἀνὴρ τὴν μὲν ἰσχὺν ἀπαράμιλλος, τὴν δὲ τῆς γνώμης ἕξιν καὶ τὴν τῆς ψυχῆς γενναιότητα οὐ κατὰ τὴν σωματικὴν πλουτήσας ἰσχύν. οὗτος τὸ μὲν δρᾶμα συνθέμενος, τὴν δὲ πρᾶξιν ὑπερτιθέμενος, ἔλαθε παθὼν ἢ δράσας ὡς ἐβουλεύσατο. ἑάλω γὰρ καὶ ἐτασμῶν ἀνάγκαις παραδοθείς, ἵν' ἐκκαλύψῃ τοὺς συνωμότας, τέλος ἐξεκόπη τὰ ὄμματα καὶ τὴν περιουσίαν ἀφῄρητο. Εἶτα τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων συγκινηθὲν ἀνῄει πρὸς τὴν βασιλίδα τῶν πόλεων, ὡς ἐκ ταύτης εἰς τὴν ἑώαν διαπεραιωθησόμενον· ὧν τὴν συγκίνησιν θεοσημία τις προεμήνυσεν. ἀκρίδων γὰρ ἄπειρόν τι πλῆθος, ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχηκὸς καὶ τοσοῦτον ὡς νέφεσιν ἱπτάμενον ἀπεικάζεσθαι καὶ συσκιάζειν τὸν ἥλιον, διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑῴαν ὥρμητο κἀκεῖσε κατέπαυε. περαιωθέντες οὖν καὶ τῇ κατὰ Βιθυνίαν προσβαλόντες Νικαίᾳ, παρὰ τῶν Τούρκων κατεχομένῃ, σὺν χρόνῳ μὲν καὶ φθορᾷ πολλῇ ἑκατέρωθεν, τέως μέντοι τὴν πόλιν ᾑρήκασι. καὶ ταύτην μὲν πολλῶν ἀπέδοντο 743 χρημάτων τῷ βασιλεῖ, οἱ δ' εἰς τὸ πρόσω προὐχώρουν. καὶ οἱ μὲν τὴν πρὸς τῷ Ὀρόντῃ εἷλον σὺν μόχθῳ καὶ φόνῳ πολλῷ Ἀντιόχειαν, οἱ δὲ τῆς Ἱεροσολύμων μεγάλοις ἀγῶσιν ἐκράτησαν πόλεως. Ἀλλ' οὕτω μὲν τὰ τοῦ ἔθνους ἔσχον τῶν Φράγγων συντετμημένως εἰπεῖν· αἵρεσις δέ τις κατὰ τοὺς χρόνους τούτους ἀναπέφηνε μυσαρὰ ἡ τῶν Βογομίλων. τῆς δὲ τοιαύτης αἱρέσεως κῆρυξ ἦν καὶ μέγας διδάσκαλος καὶ προβολεὺς τῶν παρ' αὐτοῖς ἀποστόλων Βασίλειός τις λεγόμενος ἰατρός, σχῆμα μὲν περικείμενος μοναχοῦ, αὐτὸν δ' ἐκεῖνον ἐνδεδυμένος τὸν σατανᾶν. ὃς ἐν ἔτεσι μὲν πεντεκαίδεκα τὰ τῆς πλάνης μαθὼν ὀλέθρια δόγματα, ἐν δὲ δυσὶ καὶ πεντήκοντα διδάξας αὐτά, πᾶσαν σχεδὸν τὴν οἰκουμένην τῆς οἰκείας λύμης ἐνέπλησεν. εἶτα καὶ τῇ τῶν πόλεων βασιλίδι ἐπεχωρίασεν, ἀλλ' ἑάλω ἐπ' αὐτοφώρῳ ὁ τῆς ἀληθείας ἐχθρός. γνοὺς γὰρ τὴν ἐκείνου ἀσέβειαν ὁ κρατῶν ὑπεκρίθη πίστιν ἔχειν εἰς ἐκεῖνον τὸν κακοδαίμονα καὶ διδάσκαλον ἐκάλει καὶ σωτῆρα πλανωμένων ψυχῶν. τούτοις οὖν καὶ πλείοσιν ἄλλοις μόλις μὲν καὶ σὺν χρόνῳ, ἴσχυσε δέ ποτε πεῖσαι τὸν ὀλέθριον ἐκεῖνον ἐξεμέσαι τὸν ἰὸν τῆς πονη744 ρίας αὐτοῦ. ἐπεὶ δ' ἦν ἐντὸς ἀρκύων τὸ θήραμα, ἐδημοσίευσε μὲν τὴν ἐκείνου διδασκαλίαν καὶ τὰ δόγματα ἐξεφαύλισε, κοινῇ δὲ ψήφῳ πυρὸς αὐτὸν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ παρανάλωμα ἔθετο. Αὖθις δ' ἐπανάστασις ἑτέρα κατὰ τοῦ αὐτοκράτορος γέγονε, καὶ ὁ ταύτην συστησάμενος υἱὸν ἔλεγεν ἑαυτὸν εἶναι τοῦ βασιλεύσαντος ∆ιογένους, ὃς Κομάνων πλῆθος