1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

50

τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ' ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ' αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὃν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα καὶ οὕτω καθείρχθη. ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός· καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε 187 ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῷ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησεν· ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ' αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ' αὐτοῦ στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τῷ στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόῃ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ' ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ 188 ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν εἰς τύπον σταυροῦ. οἳ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ' αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο· ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ' ἄλλον ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς 189 κατὰ τοὺς ἀστέρας κινήσεως κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι "εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε." τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. Ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε καὶ αὐτὸς 190 ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν Θρᾴκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον