1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

10

καὶ ἐκ πηγῶν. ὡς δ' εἰς οὐδὲν αὐτῷ κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο. 36 ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει, καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος, δι' οὗ διέρρει, ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ. τοῦ δ' ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως· τὸ δὲ πολύ τε σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρβαρος εἰσέδυ τὴν πόλιν, ἀλλ' ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ καὶ πρὸς ἑσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ' ἐν τῇ πόλει πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβήθησαν, ὡς δ' εἶδον τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδὼν ἀμελείᾳ οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ' οὐδ' οὕτω τῆς πολιορκίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοησάμενος καὶ πλείστους τῶν οἰκείων ἀποβαλών (ὑπὲρ γὰρ τὰς εἴκοσι χιλιάδας κινδυνεῦσαι λέγεται τοῦ Περσικοῦ στρατεύματος πολιορκουμένης Νισίβεως) μετ' αἰσχύνης ἀνεχώρησεν. ἤδη 37 γὰρ καὶ Μασσαγέται τῇ Περσίδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαίνοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρμησε. καί οἱ ἀγγέλλεται Βετρανίων κοινοπραγήσας τῷ Μαγνεντίῳ. τῶν γὰρ παρ' Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων τυγχάνων καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν φόνον τοῦ Κώνσταντος οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ' ἐπιστέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι καὶ αὐτὸν ἀφικέσθαι εἰς ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι πρέσβεις ἄμφω κοινῶς πρὸς τὸν Κωνστάντιον στέλλουσιν, ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης Ἡράκλειαν ἐντυχόντες οἱ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυμένα οἱ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος, νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα 38 αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα τῇ χειρί, καὶ λέγειν αὐτῷ· "Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὃς ἐκ τυράννου διώλετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην, σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν καὶ μὴ περιιδεῖν τὸν ἀδελφὸν ἀνεκδίκητον." ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκεν· αὐτὸς δ' αὐτίκα μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται. καὶ ὁ Βετρανίων τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου ὡς δεσπότῃ προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κωνστάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο. τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε καὶ χεῖρα ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον 39 ἐποιήσατο· εἶτα ἡ Προῦσα αὐτῷ (πόλις δ' αὕτη τῶν Βιθυνῶν) εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτηδείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἓξ ἐνιαυτοὺς τὴν ζωὴν ἐξεμέτρησε. Καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι τέλος· ὁ δὲ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο. ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν ∆εκέντιον ἀνειπὼν Καίσαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις δ' αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἕω ἐπόρθησε καὶ λείαν λαβὼν καὶ δορυαλώτους πολλοὺς ἐπανέζευξεν. οὕτω δ' ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ