1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

161

ματος μόνου τῆς βασιλείας μετέχειν τὸν Μιχαήλ, ἐκείνης δ' εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύσαντες καὶ καταθέλξαντες τοῖς μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς (τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ), ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος μὲν τὴν γνώμην, ἀγνώμων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βουλεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος, ἄλλα ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκανος ὁ ἀνὴρ δουλοπρεπής τε παρὰ τὰς τῶν καιρῶν δυσκολίας καὶ ἀνελεύθερος δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ' ἐκ χρηστοτέρας διαθέσεως εἰς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ 607 ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν, ἀλλ' ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ' ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ' ὅ τι καὶ δράσειεν ἐξ ἑτοίμου, ἀλλ' ἐβυσσοδόμευε τὸ ἐγχείρημα, τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώπιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπεδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ' ἵν' ἐφ' ἑαυτοὺς τὴν αὐτοῦ 608 εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων αὐτῷ τὴν ὑπεροψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν, καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ' ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι καὶ στέλλει νῆα κελεύων αὐτῷ δι' αὐτῆς ἥξειν, δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπεροψίας· καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνωθεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προέγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοιούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι' ἐκείνου Καῖσαρ, εἶτα καὶ βασιλεὺς γεγονώς. ἐπεὶ δ' ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς γήμαντας καὶ τοὺς εἰς ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας 609 πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργάζεται. Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἵματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὖργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ' αὐτῆς αἰτιάματα φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγομένῃ τοῦ Πρίγκιπος καὶ τέλος