1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

4

ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστερον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλούμενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ πρὸς Λικίννιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἡ μητρυιὰ 13 Φαῦστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ εὐπειθοῦς ἐκείνου ἐτύγχανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσασθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ' ἔγνω μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε. Σαρματῶν δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίων ὑπηκόου κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται κατ' αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην καταλαβὼν τοῖς βαρβάροις συρρήγνυται καὶ κατ' αὐτῶν ἵστησι λαμπρότατον τρόπαιον. Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἂν αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγαίῳ (τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτήριον), ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί. καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ 14 καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βασιλεῖ· καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν φιλοτίμως οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ παρθένῳ καὶ θεομήτορι. Ἤδη δ' ἀπαρτισθείσης τῆς πόλεως, κατὰ τὴν ἑνδεκάτην τοῦ Μαΐου μηνὸς τελεῖται τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως συντάξαι 15 θεμάτιον, ἵν' ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἓξ ἐνιαυτοὺς διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἢ γοῦν ἐψευσμένην ὑποληπτέον τὴν τοῦ Οὐάλεντος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομιστέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτηρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ' οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρατούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφεισμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺς μυελούς. Ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασιλέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάντιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ 16 καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ Ῥωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκουμένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευήρου μοι προϊστόρηται. Περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ ∆ίων ἐν τοῖς περὶ Σευήρου φησί· "Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι