1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

31

ὁ τῶν Οὐανδήλων ἀρχηγὸς προκύψας ἐπεσκόπει τοὺς αἰχμαλώτους, καὶ ὁρᾷ κἀκεῖνος κοιμώμενον τὸν Μαρκιανόν, καὶ ἀετὸν ἄνωθεν αὐτοῦ διηρμέναις ταῖς πτέρυξι σκιὰν αὐτῷ ἐργαζόμενον. κἀκεῖνος τοίνυν εἰς βασιλείαν τείνειν τὸ ὅραμα οἰωνίσατο καὶ μεταπεμψάμενος τὸν Μαρκιανὸν ἀπῄτησεν αὐτόν, εἰ βασιλεύσειε, μὴ πολεμεῖν Οὐανδήλοις· τοῦ δὲ συνθεμένου ἀπέλυσεν αὐτὸν τῆς εἱρκτῆς. οὕτω μὲν οὖν πρὸ μακροῦ τὴν βασιλείαν αὐτῷ προεσήμαινεν ὁ θεός· τότε δ' εἰς ἔργον ἐκβεβήκασι τὰ προσημαινόμενα. καὶ αὐτίκα 115 μετακαλεῖται τοὺς ξενίσαντας αὐτὸν ἀδελφοὺς καὶ εὐαγγελισαμένους αὐτῷ τὴν ἀρχήν, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον τῆς πόλεως ἀναδείκνυσιν, Ἰουλίῳ δὲ τὴν τῶν Ἰλλυριῶν ἀρχὴν ἐνεχείρισε. γέγονε δὲ περὶ πάντας χρηστός. Κατὰ τοὺς χρόνους τούτους τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἡ Πουλχερία ἀνήγειρε· καὶ ἡ τετάρτη γέγονε σύνοδος, Λέοντος τοῦ πάπα Ῥώμης καὶ Ἀνατολίου τοῦ πατριάρχου τῆςνέας Ῥώμης αἰτησαμένων τὸν βασιλέα Μαρκιανὸν μὴ μεῖναι ἀζήτητα τὰ κατὰ τὸν Ἀλεξανδρείας ∆ιόσκορον καὶ τὸν Εὐτυχῆ καὶ ὅσα παρ' αὐτῶν εἰς τὸν ἱερώτατον ἐτολμήθη Φλαβιανόν. ὡρίσθη τοίνυν σύνοδον γενέσθαι, καὶ συνηθροίσθησαν εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς ἁγίας μάρτυρος Εὐφημίας θεοφόροι πατέρες ἑξακόσιοι καὶ τριάκοντα. ἐξῆρχον δὲ τούτων Λέων ὁ πάπας Ῥώμης καὶ ὁ Κωνσταντινουπόλεως Ἀνατόλιος καὶ Ἰουβενάλιος Ἱεροσολύμων. συνήθροιστο δὲ τὸ τῶν πατέρων πλῆθος κατὰ ∆ιοσκόρου καὶ Εὐτυχοῦς, ἑτεροούσιον ἡμῖν τὴν σάρκα τὸν κύριον Ἰησοῦν Χριστὸν φορέσαι μυθολογούντων καὶ 116 μίαν φύσιν αὐτὸν ὑπάρχειν, ὡς ἐντεῦθεν τῇ θεότητι τὰ παθήματα προσαρμόττεσθαι. οὓς καθεῖλόν τε καὶ ἀνεθεμάτισαν οἱ θεῖοι πατέρες, τὴν ἑαυτῶν κακοδοξίαν παραιτήσασθαι μὴ θελήσαντας. ἐδέξαντο δὲ τόν τε Θεοδώρητον καὶ τὸν Ἴβαν, ἀναθεματίσαντας τὸν Νεστόριον καὶ ἅπερ αὐτοὶ ἐκδεδώκασι πρὸς ἔριν κεφάλαια, ἐκύρωσαν δὲ καὶ τὰς πρότερον τρεῖς συνόδους καὶ τὸ ἅγιον σύμβολον ἐπεκράτυναν, ἀναθέματι καθυπαγαγόντες τούς τε υἱῶν δυάδα εἰσάγοντας καὶ τοὺς παθητὴν δογματίζοντας τὴν θεότητα καὶ τοὺς κρᾶσιν καὶ σύγχυσιν ἐπὶ τῶν δύο φύσεων φρονεῖν ἢ καὶ λέγειν τολμῶντας, ἢ δύο μὲν εἶναι φύσεις πρὸ τῆς ἑνώσεως ἐπὶ Χριστοῦ, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας καὶ τοὺς οὐράνιον ἤ τινος ἑτέρας οὐσίας μυθεύοντας τὴν προσληφθεῖσαν ἐξ ἡμῶν τῷ κυρίῳ μορφήν. ἐδογμάτισαν δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι καὶ θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα καὶ ὅμοιον κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἕνα τὸν αὐτὸν ἐν δύο 117 φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, σωζομένων τῶν ἰδιωμάτων φύσεως ἑκατέρας καὶ εἰς ἓν πρόσωπον συντρεχόντων καὶ μίαν ὑπόστασιν. Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέως Μαρκιανοῦ, ὁ ∆ιόσκορος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ ∆ιοσκόρου τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος. Τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ ∆ιοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους "ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ' αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ 118 τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ' ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ' ἡμῶν