1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

122

ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος τὰ πάντα ἠδύνατο. Ὁ μέντοι Βούλγαρος Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληίζετο καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορκίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ' ἑώρα ἑαυτῷ κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ τῆς βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ τῆς Θρᾳκῴας χώρας πυκνὰς ἐπελεύσεις τοῦ Συμεὼν σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα τάγματα καὶ τὰ ἑσπέρια συναθροίσασα τῷ μαγίστρῳ Λέοντι τῷ Φωκᾷ τῶν σχολῶν δομεστίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λειποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀποβὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς δειλίαν ἐνέβαλε τὰ στρατεύματα οἰηθέντα πεσεῖν τὸν δομέστικον, 464 καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θόρυβος δ' ἔσχεν αὐτούς. ὁ δέ γε Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέψατο· καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον, οἱ δ' ὑπ' ἀλλήλων ἀπώλλυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν. Ἰωάννης δὲ ὁ Βογᾶς ἐστάλη Πατζινάκους εἰς συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος ὢν τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δομεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ, διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμάχων. στάσεως δ' ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ, ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους 465 καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν εἰς τὰ ἑαυτῶν ἐπανήλθοσαν. οἱ μὲν οὖν οὕτω ταῦτά φασι καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆναι, μὴ τυχόντων τῆς συμμαχίας, οἱ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ Φωκᾶ τοὺς βαρβάρους καὶ διώκοντος, φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος· τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς ὦτα ἐκταράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ' εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν παλίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥωμαίους, ἀπόδρασιν τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν, τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμία πεποίηκεν. ἐρῶν γὰρ αὐτῆς ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριον ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τε Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ ὄμματα, ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ ῥᾳθύμως γενόμενος, ἀλλ' ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρπασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι. 466 Ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς· καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο. Πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρακοιμωμένῳ Κωνσταντίνῳ τῷ