1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

106

τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν· καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἱ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον καὶ παρίστησι τὸν αἰχμάλωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος 402 ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ Θεοφίλου, καὶ τῶν εἰκονομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων οὑτοσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδασκάλων ἐπέκεινα ἔταξε καὶ οὕτως ἀναθηλῆσαι τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήνεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμου δὲ τοὺς πολιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικαστήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παντάπασιν. Ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιέπαινος, τὰ δ' ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθύναντος *** καὶ πρὸς τὰς ἀϊδίους μεταστάντος μονάς, ὁ μοναχὸς Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς θυγατριδὴς μὲν ἦν Νικη403 φόρου τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασιλέως τοῦ Ῥαγγαβέ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκείρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι τὸ σαρκίον ἐδάμασεν, ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς βασιλείας ἰθύνουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν τὴν γαμετὴν ἀναιτίως ἀποπεμψάμενον, συμφθείρεσθαι δὲ λεγόμενον τῇ νύμφῃ τῇ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων ἐκώλυεν. ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ' ἐκεῖθεν ἐξενεγκὼν εἰς Μιτυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων, ὅσοι τῷ Ἰγνατίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πατριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων πρωτοασηκρῆτις τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ' ἔτυχε παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονο404 μάχων σταλέντας, κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γενέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροισθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας καὶ ποιοῦνται τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ πῃ συμβέβηκε. Τὸ δ' ἔθνος τῶν Ῥῶς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ Βυζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ' οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. Ἀλλὰ καὶ οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν, ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ' οὐδὲν τῶν ἱππηλάτων ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππη405 λάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν, ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χάραις τῶν Ῥωμαίων εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον, Λοῦλον κεκλημένον, καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς