1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

127

αὐτὸν ἐν τῇ νήσῳ τῇ Πρώτῃ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ 481 τῷ ἀδελφῷ· ἀλλ' οὐκ ἦν ὁμοφρονῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις τὸν Στέφανον. ἀλλ' ἦν ὁ Κωνσταντῖνος πρὸς τοὖργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἐλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν (ἡ τοῦ Ἀντιγόνου αὕτη ἐστίν), τὸν δὲ εἰς τὴν καλουμένην Τερέβινθον, καὶ κληρικοὺς καὶ ἄμφω ἀπέκειρεν. εἶτ' ἐκεῖθεν μεταχθῆναι μέλλοντες ἐζήτησαν εἰς ὄψιν ἐλθεῖν τῷ πατρί· οὓς ἰδὼν ἐκεῖνος εἶπεν "υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ περιωρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη· τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον. 482 ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελὼν ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω, ἐννεακαίδεκα διαγαγὼν ἐνιαυτοὺς παρ' αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρώτῃ τὴν ζωὴν ἐξεμέτρησε· καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν. Ἄρτι δὲ τῆς μοναρχίας ὁ Κωνσταντῖνος τυχὼν καὶ τῷ υἱῷ Ῥωμανῷ διάδημα περιέθετο, τοῖς τε συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο τῶν σχολῶν τῆς ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα τῶν ἀνατολικῶν προεβάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον, τὸν νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμφθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν. Ἦν δὲ ὁ Κωνσταντῖνος τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ, 483 ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρίβωνται τὴν ῥητορικήν, ἀλλά γε σχήμασι ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντοδαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοινωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλειπούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθακώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ κολαστὴς ἀπαραίτητος οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκίμους καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασίλειος, ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ' οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπιβουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν· ἡ μὲν παρὰ τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστο484 ρας ἔχοντος καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ τῆς Πρώτης εἰς τὰ βασίλεια· ἡ δὲ παρ' ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀποκαταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε καὶ τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ' ἀσφαλεστέραν ἔθετο τήρησιν. Τῶν Τούρκων δέ (τοὺς δ' Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν) τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν Βολοσουδὴς κεκλημένος καὶ ἕτερος δ' αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ