1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

162

ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τριβώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς· ἡ δὲ 610 δίκη οὐκ ἐπενύσταξεν, ἀλλ' αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα δρᾶμα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ' ἕκαστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέθεον ἐπὶ τὰ ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν (κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα), περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας (πολλοὶ δ' αὐτῷ παρετρέφοντο) διὰ μέσης τῆς ἀγορᾶς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια· καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις 611 ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ' αὐτῶν ἀφιέντας καὶ λίθους ἐκ σφενδονῶν, ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἵνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθεΐσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων ἀφίκοντο ἐπ' αὐτήν· καὶ ταύτην τῆς κατοικίας ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα 612 βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ' ἑαυτῷ περιθέμενος ἄμφια. ἐπεὶ δ' ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν ἑαυτούς, καὶ ἐπ' ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο· τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώθαζον καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ' ἧκον ἐπὶ τὸ Σίγμα (τόπος δ' ἐστὶ κεκλημένος τουτί), ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ καὶ ἄμφω 613 σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαίμονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ' οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δὲ ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν