1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

151

αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα ἔτεσι· τοὺς γὰρ ἄλλους συνεβασίλευε τῷ πατρί, εἶτα τῷ Φωκᾷ καὶ μετ' ἐκεῖνον τῷ Τζιμισκῇ. Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ' ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι, μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος. ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ (οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγγονος πράξεως), καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν, ὑπ' ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ' ἀνδράσιν οὐχ ὅτι τῶν εὖ γεγονότων, ἀλλ' οὐδ' ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ' ἀκριβῶς βαρβαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ 570 τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ' εὐμεγέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, δειλὸς δὲ τὴν ἕξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευνάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον καὶ ἀξιώμασι. τοὺς δ' ὑπηκόους καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκόλαζε καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ' ἐμηνία, οὐδ' ἐνέμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετετίθετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρούμενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα, καὶ κουφοτέραν τῶν ἄλλων ταύτην τὴν κόλασιν ἔκρινε καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς καταδικαζομένους αὐτῇ. Γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἐλένῃ τῇ θυγατρὶ Ἀλυπίου, ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγχάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια· καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι θελήματι τῷ θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρ571 χήσαντι, μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ' ὢν ἐλευθέριος οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ, ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξέτεμε καὶ θαλαμηπόλους καὶ κατευναστῆρας ἐκέκτητο, ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώτων ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ' ἄλλοις πεφεισμένως τὴν χεῖρα προέτεινε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι. Τὰ δ' ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι, Σκύθαι δ' οὗτοι ὡς ἔμπροσθεν εἴρηται, διαβάντες τὸν Ἴστρον τῇ χώρᾳ τῆς Βουλγαρίας οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ ∆ιογένης ὁ τοῦ Σιρμίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγαρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι (ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν)· οὗτος δὲ καὶ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ τῶν ἐφ' οἷς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο, 572 καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ' ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ· ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευκότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας αὐτάνδρους ἑλών, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς. Ἤδη δ' εἰς γῆρας ἐλάσας ὁ αὐτοκράτωρ βαθὺ καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκὼς περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν ∆αλασσηνὸν ἐπὶ μιᾷ τῶν θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον· ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου ἀφικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν