1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

157

Ῥω591 μαίων προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρίκιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προχειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν καταλαβόντος τοῦ Μανιάκη, οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπείσαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διεμελέτων καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρραγέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν πρότερον ἐξεπόρθησαν δέκα ἐπὶ τρισίν· εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μανιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσήγαγε. Μικροῦ δ' ἂν ἑάλω ἡ Ἔδεσα, δόλῳ ταύτην τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπαγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπήχθιστο, ἧκον εἰς Ἔδεσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια, νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν. 592 εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος ἐδέξατο. οἱ δ' ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβωτίων τινὸς ὅποι εἰσὶν ἐρωτῶντος, καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας· καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἵνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν. Ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ' αὐτοῦ πεμφθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστράτευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατο593 πεδεύεται τοῖς Ἀγαρηνοῖς καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ (συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου) ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἵνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνήσεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀνῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ' αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῷ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποιθότος καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρεδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ 594 νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης τῆς Μεσήνης (πόλις δὲ αὕτη τῶν Σικελικῶν) περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος δ' ἦν ὁ Κεκαυμένος Κατακαλών· οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων. Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης δριμύτατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἳ αὐτῷ ἐπηγγέλλοντο καθαιρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρισθέντα, ἀλλ' ἐξουσίᾳ βασιλικῇ. ὁ δέ "εἰ οὐ κανονικῶς, ὡς φατέ, γέγονα πατριάρχης" ἀντέθετο, "καὶ ὅσοι παρ' ἐμοῦ ἐχειροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί." τοῦτο τοὺς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγορούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις