1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

164

διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο καὶ τοὺς 617 βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ' ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς, τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυκυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δόξαν ἔχουσι λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνῳ δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος. Τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ' ἐκτὸς οὐκ εὐτυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαντίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ αὐτὸν συλλέξας κἀν τοῖς ὄρεσι τοῖς Ἰλλυριοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥωμαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους καὶ ὅσοι τούτοις ὁμογενεῖς. ὡς δ' οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει 618 τῷ εἰς τὸ ∆υρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ (ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος), μεγάλης τοῖς μετ' αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμφορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ' ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι. Τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον· ὁ δὲ Μονομάχος (εἰς τὰ κατ' οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος ἐμφιλοχωρησάτω), ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἦν ἡλικίας καὶ κάλλους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ' ἀλλήλοις ἐνετετήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ' ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς 619 εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη τῶν πάντων ἑαυτὴν ὑπερώρισεν, ἵν' ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος· καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων χορηγοῦσα τούτῳ, ἵνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ' ἐκεῖνος εἰς τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ' ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς καὶ ἀξιοῖ ἀνακληθῆναί τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὅ τε γὰρ χρόνος παρήνεγκεν αὐτῇ τὸ ζηλότυπον, ἤδη τυγχανούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες αὐτῇ πειρασμοὶ μετριωτέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ' οὐδὲ θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προϊόντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνάκτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ἐσχηματίσατο τὴν ἐκείνης 620 καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δομουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς παλλακῇ οὐδ' ὡς ἡμιγάμῳ, ἀλλ' ὡς ἐμφανῶς ξυνευνέτιδι. καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ' ἑκάστην ἐπέρρει τὰ χρήματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγούμενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετάγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησάμενος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται