1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

187

μήθ' ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευσεν ἠχῆσαι τὸ ἐνυάλιον. τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον διεθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς ἀντιπαράταξιν ἔστησαν καὶ ἐπιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ' ἀνεχάζοντο, μήτε τὰ νῶτα τρέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ δείσας μὴ ἐπελ701 θόντων τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν βασιλικὴν σημαίαν αὐτός τ' ἐπανῄει καὶ τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἱ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποιοῦντο τὸ κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς παρατάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἱ τούτου υἱεῖς ἐφήδρευον τῷ βασιλεῖ καὶ ἀφανῶς ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν περὶ αὐτὸν ὁ Ἀνδρόνικος (ἐξῆρχε γὰρ οὐκ ἐλαχίστης μοίρας στρατιωτῶν) ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ' ἐξεκεκώφεισαν ἅπαντες καὶ τῆς φυγῆς οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύχημα τῶν Ῥωμαίων καὶ μήνιμα θεῖον ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν μάχην ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, εἶτα τῶν μὲν πεσόντων, ἑαλωκότων δ' ἑτέρων, περιεστοιχίσθη πρὸς τῶν βαρβάρων ὁ βασιλεύς· ἀλλ' οὐδὲ οὕτως ἐνέδωκε. πολ702 λοὺς δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι ἀμύνεσθαι τοὺς ἐπιόντας δυνάμενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς Ῥωμαίων αἰχμάλωτος. ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ μέντοι ἐπῆρεν αὐτὸν ὥστε καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγήματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως ἁλώσει διὰ τὸ τοῦ εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα ἐδέξατο, ἕως καὶ οἱ παρ' αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. τότε δὲ τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους καὶ τεθέντα κατὰ γῆς, ὡς ἔθος, πατήσας αὐτὸν ἀνέστησε καὶ περιεπτύξατο καί "μὴ λυποῦ, βασιλεῦ" ἔφη· "τοιαῦτα γὰρ τὰ ἀνθρώπινα· ἐγὼ δέ σοι οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ' ὡς βασιλεῖ σοι προσενεχθήσομαι." καὶ αὐτίκα σκηνὴν αὐτῷ ἀποτάττει καὶ θεραπείαν 703 βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ ποιησάμενος, λύει τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ' ἡμέραις τισὶ συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ καὶ τιμήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας θέμενος ἐπὶ εἰρήνῃ διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος ἀφῆκε τὸν ∆ιογένην ἀπιέναι μεθ' ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας τε καὶ τιμῆς. ὁ δὲ εἰς Θεοδοσόπολιν ἀπελθὼν ἐσταλμένος βαρβαρικῶς (ὁ γὰρ σουλτὰν οἰκείας αὐτῷ παρέσχε στολάς) τήν τε χεῖρα ἐκεῖ προσμείνας ἐθεραπεύετο καὶ τὴν ἀμφίασιν πρὸς τὸ ῥωμαϊκώτερον μεθηρμόζετο. ἐκεῖθεν δὲ προῄει ἐπανιών, ἄγων μεθ' ἑαυτοῦ καὶ πρέσβεις τοῦ σουλτάν. Ἀλλ' ὁ μὲν οὕτως ἐπανῄει· τῆς δ' ἁλώσεως αὐτοῦ ἀγγελθείσης εἰς τὰ βασίλεια ἐν διχονοίᾳ οἱ περὶ ταῦτα γεγόνασιν. οἱ μὲν γὰρ τῇ βασιλίσσῃ καὶ αὖθις τὴν ἐξουσίαν ἐδίδοσαν, οἱ δὲ τῷ πρεσβυτέρῳ τῶν ταύτης υἱέων τὸ ξύμπαν ἐπεψηφίζοντο, οἱ δὲ κοινοπραξίαν τῇ τε μητρὶ καὶ τῷ υἱέϊ ἀπένεμον. Ἐν τούτοις δὲ λυθεὶς τῆς αἰχμαλωσίας ὁ ∆ιογένης ἀπαγγέλλεται· κομίζεται δὲ καὶ ἰδιόγραφος ἐκείνου ἐπιστολὴ τὰ αὐτῷ 704 συμβεβηκότα διδάσκουσα. τοῦτο μείζονα θροῦν ἦρε, καὶ ἀπορία πάντας εἷλε τοῦ τί ἂν δέοι δρᾶν. ὁ γοῦν Καῖσαρ Ἰωάννης καὶ οἱ ἐκείνου υἱοὶ ἀεί, ὡς εἴρηται, ἐγκοτοῦντες τῷ ∆ιογένει ἁρπάζουσι τὸν καιρὸν καὶ