1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

131

τὸν οἶκον ἑαυτοῦ τὸν ἐν Καππαδοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος μετεμέλετο, ὅτι παρεχώρησεν αὐτῷ τῆς ἐπ' οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοί496 νυν πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, ἄνδρα γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, ἐπίσημον ὄντα κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς ἀνατολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δομέστικος ἔσεται τῶν ἑῴων δυνάμεων, ὁ Ῥωμανὸς δὲ τῆς δύσεως κληθήσεται δομέστικος. ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ἐκεῖνοι τὰ ξίφη γυμνώσαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν καὶ ὑπὸ πάντων τῶν 497 ἑῴων ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. λέγεται δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ' οὐχ ἥκιστα καὶ τῆς Θεοφανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ διάγων κατὰ τὴν μεγαλόπολιν. Ἄρτι δὲ τῆς φήμης εἰς τὸ Βυζάντιον κηρυξάσης τὰ κατὰ τὸν Φωκᾶν, ὁ παρακοιμώμενος Ἰωσὴφ ἠγωνία. ὁ μέντοι τοῦ τυραννοῦντος πατὴρ ὁ Φωκᾶς Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρακοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες ἔχαιρον, εἰ τὰ τῆς βασιλείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελθόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς μᾶλλον αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς "ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμήματα, οἰκονομήσας ὠνουμένους αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ κόλπον φέρειν τὸν τοῦ νομίσματος ἕκαστον." τοῦτο τὸ πλῆθος 498 ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἑσπέρας ἤδη καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπραττόντων κατέστρεψαν καὶ αὐτοῦ δῆτα τοῦ Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα δ' ἐποίουν καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα, ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρηκὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες καὶ αὐτὴν τὴν βασίλειον καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδομον ἄγουσι κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, καὶ ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πολύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξ499 ωθηθεῖσα εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ' ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς, καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ' ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελουμένης παρὰ Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ εἰσόδῳ τῇ πρὸς τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν καὶ ἐμηνία