1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

12

τῶν ἑαυτῷ οἰκείων εἰς Ἀντιόχειαν, ἀναιρήσοντα τὸν Γάλλον. καὶ ὁ πεμφθεὶς διὰ τὸ ἀνύποπτον εἰς καλύβην τινὸς κατέλυσε γραὸς παρὰ τῷ Ὀρόντῃ ποταμῷ πεπηγμένην (ὃς Ὀφίτης πρῴην καλούμενος, ὥς τινες ἱστοροῦσιν, Ὀρόντης ἐπεκλήθη μετέπειτα, τοῦ υἱοῦ Καμβύσου τοῦ Περσῶν βασιλέως εἰς αὐτὸν ἐμπεσόντος, καλουμένου Ὀρόντου)-ἤδη γοῦν παρὰ τοῦ Μαγνεντίου σταλεὶς τὴν κατὰ τοῦ Γάλλου ἐξαρτύσας ἐπιβουλὴν καὶ πολλοὺς τῶν ἐκεῖ προσποιησάμενος ὁπλιτῶν, ἑσπέρας παρὰ τῇ τῆς γραὸς καλύβῃ τῶν συνιστόρων τισὶ συνδειπνῶν ἀδεέστερον αὐτοῖς ὡμίλει περὶ ὧν ἐβουλεύοντο, καταφρονῶν τῆς γραὸς ὡς ἀπράγμονος καὶ μηδὲ συνιείσης διὰ τὸ γῆρας τῶν λεγομένων. ἡ δὲ φύσεως, ὡς ἔοικεν, ἐντρεχεστέρας τυγ44 χάνουσα ἐῴκει μὲν μηδ' ἀκούειν τῶν λεγομένων, πάντα δὲ συνετήρει καθ' ἑαυτήν. καὶ ἐπεὶ ὁ ξένος αὐτῆς οἰνωθεὶς ὕπνωσεν, ἐκείνη λάθρᾳ τῆς καλύβης ὑπεξελθοῦσα παρὰ τὴν πόλιν ἀφίκετο καὶ πάντα καταγγέλλει τῷ Καίσαρι. παρ' οὗ σταλέντες τινὲς συνέσχον αὐτοῦ τὸν ἐπίβουλον, ὃς ἐν ἀνάγκῃ καταστὰς τὸ ἅπαν δρᾶμα ἐξέφηνε. καὶ οὕτω τὴν ἐπιβουλὴν ὁ Γάλλος διέφυγεν, ἐκεῖνον κολάσας καὶ τοὺς ἐκείνῳ συνίστορας. Τούτων οὕτω συμβεβηκότων ὁ Μαγνέντιος αὖθις πρὸς μάχην ηὐτρέπιστο καὶ συμβαλὼν τοῖς τοῦ Κωνσταντίου ἡττᾶται καὶ φεύγει. οἱ γοῦν αὐτῷ συμφυγόντες στρατιῶται, ἐπεὶ μηδαμόθεν ἑώρων αὐτοῖς σωτηρίας ἐλπίδα περιλιπῆ, καὶ μάταιον κρίναντες κινδυνεύειν ὑπὲρ ἀπεγνωσμένου ἀνδρός, ἐκδοῦναι αὐτὸν τῷ βασιλεῖ ἐβουλεύσαντο. καὶ περιστάντες τὴν οἰκίαν, ἔνθα κατέκειτο, ἐν σχήματι φρουρῶν ἐφρούρουν αὐτόν, ἵνα μὴ λάθῃ σφᾶς ἐκφυγών. ὡς δ' ἔγνω τὴν αὐτῶν διάνοιαν ὁ Μαγνέντιος καὶ ἐν ἀφύκτοις ἑαυτὸν περιειλημμένον, ἐξ ἀπονοίας μεμηνότος ἔργον, ὡς λόγος, εἰργάσατο, τοὺς μεθ' ἑαυτοῦ πάντας συγγενεῖς τε καὶ φίλους ἀνῃρηκώς· εἶτα καὶ ∆ισιδερίῳ τῷ 45 ἀδελφῷ πληγὰς πολλὰς διὰ ξίφους ἐπήνεγκεν, οὐ μέντοι τις αὐτῶν θανάσιμος ἦν. καὶ ταῦτα πράξας καὶ ἑαυτὸν ἀνεῖλεν, ἵνα μὴ παραδοθῇ πρὸς τῶν αὐτὸν φυλασσόντων Κωνσταντίῳ τῷ αὐτοκράτορι καὶ χρονιώτερον κολασθῇ. καὶ ∆εκέντιος δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὃν προεχειρίσατο Καίσαρα, ἐν Γαλλίαις ὢν καὶ πρὸς τὸν ἀδελφὸν ἑτοιμαζόμενος ἀφίξεσθαι σύμμαχος, ὡς τὸν ἐκείνου ἐπύθετο ὄλεθρον, ἀπογνοὺς ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ παρὰ τοῦ Μαγνεντίου πληγὰς δεξάμενος ἐκείνου ὁμαίμων ὁ ∆ισιδέριος, τὸν θάνατον ἐκφυγὼν καὶ ἀναρρωσθεὶς ἀπὸ τῶν πληγῶν, τῷ Κωνσταντίῳ προσῆλθεν ἐθελοντής. οὕτω δὲ τῆς τοῦ Μαγνεντίου τυραννίδος διαλυθείσης, ὅσα ἐκεῖνος κατεῖχε, καὶ ταῦτα ὑπὸ τὸν Κωνστάντιον γέγονε, καὶ ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς μόνος γέγονεν ἐγκρατής. Τὰ μὲν οὖν ἑσπέρια εἰρήνην ἦγον ἐντεῦθεν· τὰ δὲ τῆς ἑῴας ἐταράττετο μοίρας. ὁ Γάλλος γὰρ τῷ εὐτυχήματι ἐπαρθείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ' αὐτὸν προσεφέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κων46 στάντιος μὴ κινηθεῖεν εἰς ἀποστασίαν οἱ ὑπ' ἐκείνου κακούμενοι καὶ ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, ∆ομιτιανόν, ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων, προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δὲ εἰς Ἀντιόχειαν παραγεγονὼς καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ' αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖνος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μοντίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρονούμενος, καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν κοιαίστωρα καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἱ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ