1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

201

ἐκτυπώματος, ὃς ἐν τῇ Χαλκῇ ἀνεστήλωται, τὸ θεῖον πέπλον, ὃ πρὸ τῆς εἰκόνος ᾐώρηται, κομισθὲν ἐφηπλώθη τῇ κλίνῃ ἐφ' ἧς ὁ κάμνων κατέκειτο, καὶ αὐτοῦ τὸ σῶμα περιεκάλυψε, καὶ ἡ τῆς νόσου σφοδρότης ὑπεδίδου εὐθύς. ὁ δὲ κεκίνητό τε καὶ ἀνεκάθισε καὶ ἐφώνησε καὶ ᾔτησεν ὕδωρ κατὰ χειρὸς καὶ τροφῆς ἀπεγεύσατο· καὶ ὁ μὲν ἀνερρώννυτο, ἡ δὲ νόσος ὑπέληγε. τοῖς δὲ πολλοῖς ἄπιστος ἦν ἡ ἀνάρρωσις. ἵνα γοῦν πληροφορηθῶσι περὶ ταύτης οἱ ἀμφιβάλλοντες, ἔφιππος μετ' ὀλίγον διῆλθε τὴν ἀγοράν. ἀλλ' οὕτω μὲν τῆς νόσου ὁ αὐτοκράτωρ ἀπήλλακτο· αὖθις δὲ τὸν 752 ἀστυπολοῦντα λαὸν δέος ὑπεισῄει ἀναίτιον· φήμη γὰρ περιῄει ἁπανταχοῦ τεθνάναι μέλλειν κατὰ τὸ μέγα σάββατον τοῦ ἐνιαυτοῦ ἐκείνου τὸν αὐτοκράτορα, καὶ οὐ τοῦ δημώδους μόνου πλήθους ἡ φήμη κατεκράτησεν αὕτη, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν περὶ τὸν κρατοῦντα, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως διέσεισε τὴν ψυχήν, καὶ ταῦτα μηδὲ νοσοῦντος μηδέ τι τὸ ἐνοχλοῦν ἔχοντος. ἐπιστάσης δὲ τῆς λεγομένης ἡμέρας ἠλέγχθη τὸ φημιζόμενον μάταιον καὶ τῶν πονηρῶν προσδοκιῶν ἀπηλλάγησαν ξύμπαντες. Οὐ πολὺς ἐπὶ τούτοις παρῆλθε καιρός, καὶ τῆς Βυζαντίδος ὁ αὐτοκράτωρ ἀποδημεῖ καὶ τῆν γυναικωνῖτιν συνεπαγόμενος, καὶ ταῦτα καθ' ὥραν χειμέριον, καὶ σκηνοῖ κατὰ τὴν Θρᾳκῴαν Χερρόνησον. τοῦ δὲ χειμῶνος παρελθόντος καὶ τοῦ ἔαρος ἀναλάμψαντος, ἤδη καὶ τὸ θέρος ἐφίστατο, κἀκεῖθεν ὁ κρατῶν οὐ μεθίστατο, ἕως νόσος τῇ βασιλίσσῃ ἐνέσκηψε. τότε δὲ προεπέμφθη μὲν ἡ Αὐγούστα τριήρει βασιλικῇ, ὁ βασιλεὺς δ' ἔτι ἔμενε διάγων ἐκεῖ καὶ τοὺς στρατιωτικοὺς καταλόγους ἐπισκεπτόμενος, μέχρις ἂν ἐμεμαθήκει ὡς ἡ βασιλὶς κατηντήκει πρὸς τὰ βασίλεια. εἶτ' ἐκεῖθεν ἀπάρας διὰ μιᾶς ἡμέρας κατειλήφει 753 τὴν μεγαλόπολιν. καὶ ἡ μὲν ἀνερρώννυτο, ὁ δὲ τῶν διοικήσεων εἴχετο, ὡς τὰ πολλὰ κατὰ τὸ Φιλοπάτιον ποιούμενος τὰς διατριβάς. καί οἱ τοιοῦτόν τι ἐπιτετήδευτο· τεταγμένας ἡμέρας ὡρίσατο, καθ' ἃς ἐκεῖσε δημοσίᾳ προὐκάθητο ἀφορῶν πρὸς πεδιάδα πλατεῖαν. τῷ βουλομένῳ δὲ ἡ εἰς ἐκεῖνον εἴσοδος συγκεχώρητο, καὶ ἕκαστος τῶν δεομένων ἐπανετείνετο δεητήριον διδακτικὸν ὅτου δέοιτο. καὶ ταῦτα ἐνώπιον αὐτοῦ τιθέμενα ἐπέταττε τοῖς ὑπογραμματεύουσιν ἐπιέναι καὶ γνωρίζειν αὐτῷ τὰς ἑκάστων αἰτήσεις, καὶ αὐτίκα τὴν ἐφ' ἑκάστῳ ἀντιγραφὴν προσέταττε γίνεσθαι καὶ βεβαιουμένην τοῖς δεομένοις παρέχεσθαι. καὶ τοῦτ' ἐπὶ χρόνον ἱκανὸν ἐτηρεῖτο τῷ αὐτοκράτορι. εἶτ' αὖθις ἀποδημεῖ τῆς Βυζαντίδος, φθίνοντος ἤδη τοῦ μετοπώρου· συνῆν δ' ἐκείνῳ καὶ ἡ βασίλισσα καὶ ἡ γυναικωνῖτις συνείπετο, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους τοῦ Παπυκίου κατασκηνοῖ. ἔνθα τὸ τῆς ὥρας χειμέριον διαγαγὼν παγγενῆ, ἄρτι ἠργμένου τοῦ ἔαρος ἐκεῖθεν ἀπάρας τὴν Φιλιππούπολιν κατέλαβε. περὶ ταύτης οὖν τὰ ὅρια ὁ βασιλεὺς Ἀλέξιος σκηνωσάμενος ἐκεῖ τὸν ἐαρινόν τε καιρὸν καὶ τὸν θέρειον ἤδη δὲ καὶ πολὺ τοῦ μετοπώρου διέτριβε, καὶ ἦν ἔργον αὐτῷ τῆς ἐκεῖσε διατριβῆς ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυ754 λικιάνους ἡ δημώδης ὀνομάζει φωνή· πολὺ γὰρ τοῦτο τὸ γένος ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισκῆ μεταγαγόντος ἐκ τῆς ἑῴας αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαντος· οἷς διαλεγόμνεος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκεν. ἤδη δὲ μεσοῦντος τοῦ μετοπώρου ἐπανῆλθεν εἰς τὰ βασίλεια. τῆς δὲ βασιλίσσης μέγα δεδυνημένης, καὶ τῷ κηδεστῇ τῷ Βρυεννίῳ τῷ Καίσαρι πολλή τις ἦν ἰσχὺς καὶ δι' ἐκείνου πᾶν ἐν τοῖς ἀνακτόροις οἰκονομούμενον ἐκπεφώνητο. διὸ καὶ πάντες ἐκείνῳ προσῄεσαν καὶ δικάζειν αὐτῷ ἐπετέτραπτο καὶ βασιλικῶς ἐθεμίστευεν· ἦν γὰρ καὶ λόγοις προσκείμενος ὁ ἀνήρ, καὶ ἡ σύνοικος δέ οἱ οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ἐκείνου, τῆς ἐν λόγοις παιδείας ἀντείχετο καὶ τὴν γλῶτταν εἶχεν ἀκριβῶς ἀττικίζουσαν καὶ τὸν νοῦν πρὸς ὕψος θεωρημάτων ὀξύτατον. ταῦτα δ' αὐτῇ προσεγένετο φύσεως ὀξύτητι καὶ σπουδῇ· προσετετήκει γὰρ ταῖς βίβλοις καὶ λογίοις ἀνδράσι καὶ οὐ παρέργως ὡμίλει αὐτοῖς. οὕτω δ' ὡς εἴρηται τῷ Καίσαρι τῶν πραγμάτων συνενεχθέντων, διὰ πάσης ἦν γλώττης ᾀδόμενος ὁ ἀνήρ. ταῦτα δὲ τῷ