1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

65

οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δὲ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας (ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν) τῷ ἐν Βλαχέρναις ναῷ προσφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος ἱκέτευε μὴ θανεῖν. ἀλλ' οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς. Ἤδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας 243 ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ' αὐτὸν δι' αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν (ἦν γὰρ τῆς τῶν Μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος αἱρέσεως), καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυν244 ετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον ἑαυτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. ∆ύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ' ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεθεὶς τυφλοῦται. ταῦτα δ' ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ' ἑξῆς κατ' αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρῆτις προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον. 245 Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατριάρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου ὡς μὴ ὀρθόδοξον ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθί που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέστειλε κατ' αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στόλους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον κἀκεῖ ἑνωθῆναι καὶ οὕτως ἐκπλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροισθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἱ δὲ τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ 246 ἦσαν πειθήνιοι· οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ' ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ἦν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἱ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν· καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεοδόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην