1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

17

παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἵν' ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦτα οἱ νέοι μανθάνοντες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται. Οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰουδαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπάναις τῆς οἰκοδομῆς ἀρξαμένων καὶ ὀρύττειν τὴν γῆν εἰς καταβολὴν θεμελίων ἐπιχειρούντων πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγκασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασάμενον ἔκτεινε καὶ τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει. ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος "ἄπιθι" εἶπε "ταλαίπωρε 63 καὶ ἀποκλαίου σου τῶν ὀμμάτων τὴν πήρωσιν" (ἦν γὰρ πάσχων ταύτην ἐξ ἐπιχύσεως). ὁ δὲ "εὐχαριστῶ τῷ σωτῆρί μου Χριστῷ" ἀντεπήνεγκεν, "ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναιδές σου καὶ ἀσεβέστατον πρόσωπον." Κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς-ἦν γὰρ ἐν Αἰγαῖς (πόλις δὲ καὶ αὗται τῆς Κιλικίας) περίφημον Ἀσκληπιοῦ ἱερόν- καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὓς ἔτυχεν ἀφελόμενος ἐκ τούτου τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποικοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆναι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου. μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι πλείστοις ἕνα τῶν κιόνων καθελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μηχανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορθώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε. 64 Γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς ∆άφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην ἔλεγον καὶ οὐ βασιλέα σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθειμένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπιτήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εἰς βλακείαν καὶ θρύψιν καὶ τρυφερότητα ἔλεγε μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοίνων πλοκήν, ἵνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιοχικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ ∆αφναίῳ Ἀπόλλωνι ἑκατόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ' ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἱ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν, σκηπτὸς ἐνσκήψας 65 νυκτὸς τῇ ∆άφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανεὶς τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ' αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν ὡς χριστιανός, ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἱ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολασθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν, καὶ οἱ ἐκ Περσίδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι. Στρατεύσας δὲ κατὰ Περσῶν πρότερον μὲν εὐτύχησε καὶ πόλεις εἷλέ τινας καὶ πολλοὺς ἀνεῖλε καὶ λείας πολλῆς καὶ αἰχμαλώτων ἐκράτησε καὶ Κτησιφῶντα ἐπολιόρκει. εἶτ' ἀθρόον τῶν πραγμάτων αὐτῷ εἰς τὸ χεῖρον περιτραπέντων αὐτός τε καὶ τοῦ στρατεύματος τὸ πλέον ἀπώλετο. οἱ γὰρ Πέρσαι ἀπογνόντες καὶ εἰς ὄλεθρον ἑαυτοὺς εἰσωθεῖν προφανῆ ἐβουλεύοντο, ἵνα τι κατεργάσωνται τοὺς Ῥωμαίους