1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

8

λοχῶντες γενόμενοι κατὰ νώτων αὐτοῖς ἐπιτίθενται, καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον αὐτούς· καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιᾶς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ καὶ διὰ τὸ τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονε καὶ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ' ἑνὶ τῷ Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο, Μαγνεντίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρατιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ' 29 ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμηκότων. Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὃς Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδαρνάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευτήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδαρνάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων καὶ ἀπηνὴς κἀντεῦθεν μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασιλείας ἐκπέπτωκεν. Εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκταθεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς ἠρώτησε τὸν Ἀδαρνάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπεκρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα. 30 Τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσάμεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοιμάσασαι. εἶτα τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρέθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ' Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέκοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ᾤχετο καὶ πρὸς Ῥωμαίους ἀπέδρα καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ φυγῇ ἐκείνου ἐφήδεσθαι, οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον· οὐ μόνον γὰρ ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρμίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν 31 τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν, ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς Πέρσαις συμβαλὼν τὴν ἥττονα μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περσῶν δὲ πλεῖστοι πεπτώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο. Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πατρὸς μὲν γεγέννητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ' ἐστρατεύετο εἶτα καὶ κόμης ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν, τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ σκοπῷ, ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν Κωνστάντιον, καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρηκέναι τῇ τυραννίδι. καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέθλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς πόλεως τοῦ συμποσίου αὐτοῦ συμμεθέξοντας, τοὺς μὲν καὶ 32 συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμματος. καὶ παρέτεινε τὸν πότον ἕως ἑσπέρας.