1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

44

παραδοὺς τοῖς πολιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερβολήν. ἦν δ' ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε καὶ γέλωτος ἄξια κεκρικὼς τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλασσε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος δὲ καὶ αὕτη, καὶ τὰ μέχρι Γαδείρων ὑφ' ἑαυτὸν ἐποιήσατο, 164 καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένης ἁμίλλης ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προκαθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ' αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ' ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονεῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ' ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ' ὅτι οὕτω νενόμισται προσκυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βασιλίσσῃ προσκύ165 νησιν ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ' ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς τὸ στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναικεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπικοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέζαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰργασμένα, τὰ δ' ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεά τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι γυναικῶν διάλιθοί τε καὶ περιμάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παντοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο. Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, ταύτην τε καὶ πᾶσαν αὐτῷ 166 τὴν Ἰταλίαν παραστησόμενος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδάτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδάτος Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχὼν πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ' αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ' αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ' ἔτι τοῦ θείου Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ' ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεὺς καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ καὶ μετα167 βαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπᾳ Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ' ἧς καὶ